100
περὶ αὐτοῦ ὡς εἴη μέλας, διὰ προσοῦσαν σκοτεινὴν ἄγνοιαν καὶ πονηρίαν, ὡς δηλοῦται ἐν τῇ βίβλῳ τῆς μετανοίας, Ποιμένι ὀνομαζομένῃ, καὶ τῇ Βαρναβᾶ ἐπιστολῇ. 3.197 Πληγείημεν δὲ καὶ ἡμεῖς σωτηριωδῶς ὑπὸ τοῦ ζῶντος λόγου καὶ ἐνεργοῦς, περὶ οὗ γέγραπται· «Ζῶν ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον», ἵνα θανατωθέντες σαρκί, ζωοποιηθῶμεν πνεύματι. Τρωθείημεν δὲ καὶ τῷ ἐκλεκτῷ βέλει, πεμφθέντι ἀπὸ τοῦ ἐνταθέντος τόξου· οὕτω γὰρ ἐπεγερθησόμεθα, τυγχάνοντες τῆς Σιὼν τέκνα ἐπὶ τὰ τῶν Ἑλλήνων γενήματα. 3.198 Πολλοὶ τέκνα καὶ υἱοὶ Ἑλλήνων ὄντες, ἐσπούδασαν κατὰ τῶν τῆς εὐσεβείας δογμάτων, ὡς καὶ συγγράμματα πολύστιχα καταλεῖψαι· ἀλλ' ὠλοθρεύθησαν ἐπεγείραντος κατ' αὐτῶν τοῦ Θεοῦ ἐκκλησιαστικοὺς ἄνδρας, ἀνατρέψαντας τοὺς ἐριστικοὺς αὐτῶν λόγους ὡς εἰπεῖν μετὰ πεποιθήσεως· «Τὰ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ Θεῷ, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.» Ὅταν ἐπεγερθῇ ἐπὶ τὰ τῶν Ἑλλήνων τέκνα τὰ τῆς Σιών, «ἔσται ἐπ' αὐτοὺς» ὁ τοῦτο κατορθώσας «Κύριος», ἑνοποιῶν τοὺς ἐπεγερθέντας τοῖς καθ' ὧν ἐπεγέρθησαν, ὡς βασιλεύειν αὐτῶν καταρτισθέντων ἑνὶ νῷ καὶ μιᾷ γνώμῃ, κτίσας εἰς ἕνα καινὸν ἄνθρωπον τὸν Ἕλληνα καὶ Ἰουδαῖον. 3.199 Zach. IX, 14-15: Καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς, καὶ Κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ. Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν. 3.200 Ἐντείναντος Θεοῦ οἷα τόξον τὸν Ἰούδαν, βολὶς ὡς ἀστραπὴ ἐξελεύσεται, τιτρώσκουσα καὶ πλήττουσα εἰς θεῖον ἔρωτα, ὡς φῶς τοῦ κόσμου γενέσθαι τὴν δυναμένην εἰπεῖν τελείαν ψυχὴν ἢ ἔνδοξον Ἐκκλησίαν· «Τετρωμένη ἀγάπης εἰμί.» Ὅτι δὲ οὐκ ἐνταῦθα μόνον τὰ πεμπόμενα ἀπὸ τοῦ θείου τόξου φωτεινὰ τυγχάνει, καὶ ἐν τῷ Ἁμβακοὺμ πρὸς τὸν Θεὸν λέγεται· «Εἰς φῶς βολίδες σου πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων σου.» Οὐ διαφέρει δὲ τὸ πληθυντικῶς καὶ ἑνικῶς εἰπεῖν· γενικῶς γὰρ λαμβάνομεν βολίδα ἐξελευσομένην ὡς ἀστραπήν, ἧς εἴδη πολλὰ τυγχάνουσιν αἱ μερικαὶ βολαί. 3.201 Ὁ τιτρώσκων λόγος εἰς πόθον τοὺς τὰς κατ' εἶδος ἀρετὰς ἀναλαμβάνοντας καὶ τὰ κατὰ μέρος δόγματα, βολίς ἐστιν γενικῶς, εἰδικῶν ὑπαρχόντων τῶν περὶ ἑκάστης ἀρετῆς καὶ ἑκάστου δόγματος λόγων, καὶ διὰ τοῦτο πληθυντικῶς ὀνομαζομένων βολίδων. Πλὴν καὶ ἡ μία βολὶς ὡς ἀστραπὴ ἐξέρχεται καὶ αἱ πολλαὶ εἰς φῶς κατὰ τὸν Ἁμβακούμ, τῷ πάντα λαμπρὰ εἶναι βέλη τὰ πεμπόμενα ἀπὸ τοῦ ἐνταθέντος τόξου ὑπὸ τοῦ Θεοῦ. Ἔστι δὲ τοῦτο ὁ Ἰούδας. 3.202 Σεσαφήνισται πρότερον ὅτι περὶ τοῦ ἀνατείλαντος ἐκ τῆς φυλῆς Ἰούδα Σωτῆρος ταῦτ' ἀπαγγέλλεται. 3.203 Ἐξελθούσης ὡς ἀστραπῆς τῆς θείας βολίδος ἐπὶ τῷ φωτισθῆναι τὸν ἔσω ἄνθρωπον καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας, Κύριος παντοκράτωρ σαλπιεῖ, διεγείρων καὶ τὴν ἔνδον ἀκοήν, ὡς τὸν αἴσθησιν λαβόντα τῆς ὑπαρξάσης ὠφελείας ἀναφθέγξασθαι χαριστηρίως· «Ἡ παιδεία Κυρίου διανοίγει μου τὰ ὦτα», ἐπείπερ δέδωκέν μοι οὖς τοῦ ἀκούειν. 3.204 Καὶ ὅρα εἰ μὴ κατ' ἐπίνοιαν ἄλλην καὶ ἄλλην τὸ παρὰ Θεοῦ διδόμενον σάλπιγξ ἐστὶν καὶ ἀστραπή. Ἧι μὲν γὰρ ἀκουστὰ τυγχάνει τὰ σαφῶς καὶ διατόρως καὶ μεγαλοφώνως ἀπαγγελλόμενα, σάλπιγγι ὡμοίωνται, ᾗ δὲ φωτίζουσιν τὸν νοῦν, ψυχῆς ὀφθαλμὸν ὄντα, ἀστραπῇ ἐοίκασιν. 3.205 Ὥσπερ δὲ τοῖς εὐεργετουμένοις ἐκ προαιρέσεως καὶ τοῦ ἐφ' ἡμῖν φωτεινὰ καὶ μεγαλόφωνα ἅπαντα τὰ θεῖα, οὕτω ἀπειλὴ γίνεται κατὰ τῶν ῥᾳθύμως ἀναστρεφομένων, ὅθεν εἰκότως ἐπιφέρεται τῇ κατὰ τὴν ἀστραπὴν βολίδι ἐξερχομένῃ, καὶ τῷ σαλπίζειν τὸν Κύριον παντοκράτορα, σαλεύεσθαι τὸν εὐεργέτην ἐν ἀπειλῇ, ἀγαθότητος πολλῆς παρισταμένης ἐκ τοῦ ἐν ἀπειλῇ πορεύεσθαι ἐν σάλῳ τὸν Θεόν, ἵνα μὴ παντελῶς ἔξω γένηται, διορθουμένης ποτὲ τῆς ἀπειλῆς, ὡς ἐπὶ Νινευιτῶν γέγονεν. 3.206 Εἰπὼν γὰρ ὁ ἀπειλῶν· «Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ