1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

100

αὐτοὺς τῆς εἱρκτῆς ἀπαλλάξας παρ ηγγύησε μετὰ παρρησίας λαλεῖν τὰ ῥήματα τῆς ζωῆς. Ὅρος δὲ καλεῖ τῆς θεογνωσίας τὸ ὕψος. Εἶπον ταῖς πόλεσιν Ἰούδα· Ἰδοὺ ὁ θεὸς ὑμῶν, 10ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων αὐτοῦ μετὰ κυρείας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ τὸ ἔργον ἑκάστου ἐναντίον αὐτοῦ. Ταῦτα τὴν δευτέραν τοῦ σωτῆρος ἡμῶν παρουσίαν μηνύει· τότε γὰρ καὶ τὸν μισθὸν τοῖς ἐργά ταις παρέξει καὶ «ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ»· τότε γὰρ «τὸ ἔργον ἑκάστου φανερὸν γενήσεται» κατὰ τὴν τοῦ ἀποστόλου φωνήν· «Ἡμέρα γάρ» φησι «δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει.» Τοῦτο καὶ τοῖς ἱεροῖς ἀποστόλοις ὁ κύριος ποιεῖν παρηγγύησεν· «Πορεύεσθε» γὰρ ἔφη «πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰακώβ. Πορευόμενοι δὲ λέγετε ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.» Ἔστι τοίνυν ἰδεῖν οὕτω συ μβαίνοντα τοῖς εὐαγγελικοῖς λόγοις τὰ κατὰ τὸν προφήτην θεσπίσματα. 11Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν τῷ κόλπῳ αὐτοῦ βαστάσει καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλεῖ. Καὶ τούτων τὸ πέρας ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἀκ ριβῶς ἀληθῶς τε μάθωμεν. Πρῶτον μὲν γὰρ αὐτὸς ὁ κύριος ἔφη· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.» Συνήγαγε |148 b| δὲ καὶ τῷ βραχίονι ἄρνας· τῇ τῆς διδασκαλίας δυνάμει. Νῦν γὰρ τοῖς ἁλιεῦσιν ἔλεγεν· «∆εῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιέας ἀνθρώπων», νῦν δὲ τοὺς τελώνας ἐκάλει καὶ τούτοις συνειστιᾶτο· ἄλλοτε δὴ καὶ πόρνης γυναικὸς παρὰ τοὺς πόδας ὀλοφυρομένης ἠνέσχετο· παρεκάλεσε δὲ καὶ τὰς κυούσας ὥσπερ σωτηρίᾳ τικτούσας· μανθάνουσαι γὰρ τὴν τοῦ θανάτου κατάλυσιν καὶ τῆς ἀναστάσεως τὴν ἐλπίδα, ἱκανὴν εἶχον τῶν ὠδίνων παραμυθίαν τῶν κηρυττομένων τὴν προσδοκίαν. Καὶ ἔτι δὲ κυοφορούμενος ὑπὸ τῆς ἁγίας παρθένου κυοφοροῦσαν τὴν Ἐλισάβετ εὐφροσύνης ἐνέπλησεν. Εἶτα διδάσκει τοῦ ἐνανθρωπήσαντος θεοῦ λόγου τὴν σοφίαν, τὴν ἐπιστήμην, τὴν δύναμιν καὶ διελέγχει τῶν εἰδώλων τὸ μάταιον· 12Τίς ἐμέτρησε τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; Τὸ μὲν θεῖον ἀσώματόν τε καὶ ἀσχημάτιστον καὶ ἁπλοῦν καὶ ἀσύνθετον· ἐπειδὴ δὲ ἀνθρώπους ὄντας οὐ δυνατὸν ἄλλως ἢ ἀπὸ τῶν ἀνθρωπείων τὰ θεῖα καταμαθεῖν, διδάσκει ἡμᾶς ὁ προφητικὸς λόγος ὡς αὐτὸς μὲν ὁ τῶν ὅλων θεὸς ἀπερίληπτός τε καὶ ἀπερίγραφος, πᾶσαν δὲ τὴν κτίσιν ἐν χειρὶ περιέχει-τῆς χειρὸς δηλονότι ἐνεργείας τινὸς νοουμένης-, ὡς πᾶσαν μὲν τῶν ὑδάτων τὴν φύσιν μέτρον ἔχειν κοτύλης, τὰ δὲ τῶν οὐρανῶν κύτη τῇ σπιθαμῇ περιέχε σθαι, τὴν δὲ γῆν ἅπασαν μηδὲν διαφέρειν σμικροτάτης τινὸς ὕλης ὑπὸ τῶν πέντε τῆς χειρὸς συνεχομένης δακτύλων. Τί ἔστησε τὰ ὅρια σταθμῷ καὶ τὰς νάπας ζυγῷ; Ἀντὶ τοῦ· πάντα αὐτῷ δυνατά, πάντα αὐτῷ μετρητά, καὶ ἕκαστον τῆς δημιουργίας εἶδος πρός τι γεγένηται χρήσιμον, οὐδὲν γὰρ ἀργὸν οὐδὲ περιττὸν εἰς τὸ εἶναι παρήχθη. 13Τίς ἔγνω νοῦν κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο ὃς συμβιβάσει αὐτόν; 14Ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; Ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ; Ἅπαντες ἄνθρωποι διδασκαλίας δεόμεθα. Κἂν γὰρ ἄγαν τις ᾖ σοφός, ἀνατίθεται τὸ πρακτέον ἑτέρῳ· ὁ δὲ τῶν ὅλων θεὸς σοφίας ἐστὶν ἄβυσσος καὶ συνέσεως πέλαγος. 15Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς <σ>ίαλος λογισθήσονται· 16ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, 17καὶ πάντα τὰ ἔθνη εἰς οὐθέν εἰσι καὶ εἰς οὐθὲν ἐλογίσθησαν αὐτῷ. 18Τίνι ὡμοιώσατε κύριον ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Καὶ νομο θετῶν ὁ τῶν ὅλων θεὸς παρεκελεύσατο λέγων· «Οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς, ὅτι ἐγὼ κύριος ὁ θεός σου», τουτέστιν· οὗ εἶδος οὐκ ἐθεάσω. Καὶ ἐν ταῦθα ὁ προφητικὸς λόγος τῶν τὰ εἴδωλα τεκταινομένων τε καὶ προσκυνούντων τὴν ἄνοιαν διε λέγχ ων φιλονεικεῖ μὲν τῆς