1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

101

θείας δυνάμεως τὸ ἄπειρον δεῖξαι, μὴ δυνάμενος δὲ ἄλλως τοὺς ἀνθρώπους διδά ξαι ἀπὸ τῆς κτίσεως δείκνυσι τὴν ὑπερβολήν· ὅπερ γάρ ἐστί φησι σταγὼν πρὸς κάδον καὶ ῥ οπὴ ζυγοῦ καὶ σίαλος, τοῦτο πᾶσα τῶν ἀνθρώπων ἡ φύσις πρὸς τὴν ἄρρητον ἐκείνην καὶ ἀπεριό ριστον δύναμιν. Εἶτα διδάσκει ὡς ἅπαντα τῶν τετραπόδων τὰ γένη σμικρά τινα καὶ οὐκ ἀρκοῦντα πρὸς θ υσίαν τῇ θείᾳ μεγαλειότητι, ἅπαντα δὲ τοῦ Λιβάνου τὰ ξύλα οὐχ ἱκανὰ πληρῶσαι τὸ ἐπι καιόμεν ον πῦρ. Ποίαν τοίνυν εἰκόνα τοῦ τοιούτου κατασκευάσαι δυνήσεσθε; 19Μὴ εἰκόνα ἐποίησε τέκτων; Ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτὸν ἢ ὁμοιώματι κατεσκεύασεν αὐτόν; Τὸν οὕτως ἄπειρον, τὸν οὕτως ἀπεριόριστον ποία τέχνη δύναται μιμήσασθαι; 20Ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων καὶ σοφῶς ζητεῖ, πῶς στήσει αὐτὸ εἰκόνα καὶ ἵνα μὴ σαλεύηται. Ἐπὶ μὲν τοῦ θεοῦ τῶν ὅλων ἔφη οὕτως · «Ὁ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν», ἐνταῦθα δὲ τῶν εἰδώλων κωμῳδῶν τὴν ἀσθένειαν ἀποφαίνει ξύλου τὸν τεχνίτην δεόμενον εἰς τὴν τοῦ καλουμένου θεοῦ διαμόρφωσιν. Οὐ μόνον δέ φησιν |149 a| ἐξ ἐράνου λαμβάνει καὶ τὴν οὐσίαν καὶ τὸ εἶδος, ἀλλὰ καὶ πολλῆς δεῖται τ έχνης, ἵνα τύχῃ ὁμοιώ σεως καὶ ἀκίνητον μείνῃ. Εἶτα ἐντρεπτικῶς· 21Οὐ γνώσεσθε; Οὐκ ἀκούσεσθε; Οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; Οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; Οὐκ ἄνωθέν φησιν ὑμᾶς ἐδίδαξα τῶν εἰδώλων τὸ ἀσθενές ; Οὐκ ἔγνωτε τίς ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς; Τοῦτο γὰρ ἐπήγαγεν· 22Ὁ κατέχων τὸν γῦρον τῆς γῆς καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας. Αὐτός φησιν αὐτὴν παρήγαγεν, αὐτὸς κατέχει καὶ κυβερνᾷ. Καὶ ἀκρίδων οὐδὲν διενηνόχασιν οἱ ἄνθρωποι τῇ θείᾳ δυνάμει παραβαλλόμενοι. Εἶτα διδάσκει ὡς οὐ μόνον τῆς γῆς ἐστι ποιητὴς ἀλλὰ καὶ τῶν οὐρανῶν δημιουργός· Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν. Ἐπειδὴ γὰρ ἐδάφει μὲν ἔοικεν ἡ γῆ, μιμεῖται δὲ καμαροειδῆ καὶ θολοειδῆ ὄροφον ὁ οὐρανός, εἰκότως σκηνῇ αὐτὸν ἀπείκασεν. Καὶ οὕτως ἡμῖν ὑποδείξας δημιουργὸν τὸν τῶν ὅλων θεὸν ὁ προφητικὸς λόγος ὑποδείκνυσιν ἡμῖν αὐτοῦ καὶ τὴν ἄρρητον πρόνοιαν· 23Ὁ διδοὺς ἄρχοντα<ς> εἰς οὐδὲν ἄρχειν. Οὕτω γὰρ καὶ τὸν Σενναχηρὶμ καὶ τὸν Ναβουχοδονόσορ καὶ μυρίους ἑτέρους κατέλυσεν. Τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν. Οὐδὲ γὰρ τοῖς δημιουργήμασιν ἡ δύναμις μεμέτρη ται τοῦ ποιητοῦ ἀλλὰ τῇ βουλήσει μόνῃ· «Πάντα» γάρ φησιν «ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν», οὐχ ὅσα ἴσχυσεν ἀλλ' ὅσα ἠθέλησεν· ἠδύνατο μὲν γὰρ πολλαπλάσια, πεποίηκε δὲ ἃ καλῶς ἔχειν ἔκρινεν. 24Οὐ γὰρ μὴ σπείρωσιν οὐδὲ μὴ φυτεύσωσιν, οὐδὲ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν· ἔπνευσεν ἐπ' αὐτοὺς ἄνεμος καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύγανα λήψεται αὐτούς. Περὶ τῶν ἀρχόντων ταῦτα ἔφη τῶν δυσσεβῶν οὓς τῆς δυναστείας ἐγύμνωσεν. 25Νῦν οὖν τίνι με ὡμοιώσατε, καὶ ὑψωθήσομαι; εἶπεν ὁ ἅγιος. Τὸν ταῦτα πεποιηκότα, τὸν ταῦτα διηνεκῶς ἐνεργοῦντα τίνι ἀπεικάζετε; Ποῖον ἄξιον προσφέρετε σέβας; 26Ἀνα βλέψατε εἰς τὸ ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· Τίς κατέδειξε ταῦτα πάντα; Βλέπετε γάρ φησι τὸν ἥλιον, τὴν σελήνην, τὴν τῶν ἀστέρων χορείαν, τὰς τοῦ ἔτους τροπάς, τὰς τῶν ὡρῶν μεταβολάς, τὰς ἰσομέτρους νυκτὸς καὶ ἡμέρας διαδοχάς. Τοῦ το γὰρ ἐπήγαγεν· Ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ. Κόσμον δὲ καλεῖ τὴν τῆς κτίσεως διακόσμησιν. Πάντας ἐπ' ὀνόματι καλέσει. Οὐδέν φησιν ἀγνοεῖ ἀλλὰ πάντα σαφῶς ἐπίσταται· αὐτὸς γὰρ ἑκάστῳ καὶ τὰ ὀνόματα τέθεικεν. Ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν. Πάντα ἰσχύει, πάντα δύναται, οὐδὲν ἀγνοεῖ τῶν γιγνομένων καὶ αὐτοὺς ἐπί σταται τῶν ἀνθρώπων τοὺς λογισμούς. 27Μὴ γὰρ εἴπῃς Ἰακώβ, καὶ τί ἐλάλησας Ἱερουσαλήμ· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ θεοῦ μου, ἡ κρίσις μου παρῆλθεν; Μὴ νόμιζέ φησιν ἀγνοεῖν με τῶν ὑμετέρων ψυχῶν τὰ βουλεύματα μηδὲ οἴου λανθάνειν τὰ πονηρὰ λογιζόμενος. Ἐντεῦθεν δῆλον ὡς κ αὶ τούτων αὐτῶν ἐποιήσατο τῆς πολυθεΐας κατηγορίαν. 28Καὶ νῦν οὐκ ἔγνως; Εἰ μὴ ἤκουσας; Ταῦτα οἱ Τρεῖς σαφέστερον ἡρμήνευσαν· ὁ μὲν γὰρ