1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

102

αἷμα αὐτῶν, τὸ τηνικαῦτα σώσει Κύριος τοὺς ὑπερασπιζομένους ὡς πρόβατα λαὸν αὐτοῦ γεγενημένους, ἐπείπερ οἱ δυνάμενοι λίθοι ἐποικοδομηθῆναι τῷ θείῳ θεμελίῳ εὐκίνητοι γενήσονται, ὡς ἐπὶ τῆς γῆς τοῦ Θεοῦ κυλίεσθαι, κούφους καὶ εὐκινήτους γινομένους πρὸς τοῦ αἴροντος ἀπ' αὐτῶν τὸ ἄχθος καὶ λιθῶδες. Οὕτω γὰρ κυλιόμενοι ἐπὶ τῆς ἁγίας τοῦ Θεοῦ γῆς ἑαυτοὺς οἰκοδομήσουσιν, ἁρμονίως ἐμβιβαζόμενοι εἰς τὰ τείχη τῆς πόλεως τῆς ἁγίας καὶ τὴν οἰκοδομὴν τοῦ ναοῦ τοῦ Θεοῦ. 3.218 Τί δὲ βούλεται τὸ καταχώννυσθαι λίθοις σφενδόνης τοὺς καταναλισκομένους ὑπὸ τῶν ὑπερασπιζομένων ὑπὸ Θεοῦ παντοκράτορος θεωρητέον. 3.219 Οἱ τῆς ἐπιτιμίας ἐλεγκτικοὶ λόγοι, οἷα λίθοι εὐθίκτως ὑπὸ σφενδόνης πεμπόμενοι, καταναλώσουσιν τοὺς ἁμαρτωλούς, ὥστε μηκέτ' εἶναι ἐχθροὺς Θεοῦ, καταναλωθείσης τῆς κακίας δι' ἣν ἦσαν ἀντικείμενοι ταῖς Θεοῦ χάρισιν, ἐπείπερ κατεκρύβησαν ὑπὸ τῶν τῆς σφενδόνης λίθων ποιωθέντες κατ' αὐτούς. Ὡς γὰρ «ἡ ἀγάπη καλύπτουσα πλῆθος ἁμαρτιῶν» οὐκ ἐᾷ ἔτι εἶναι ἃς ἔκρυψεν ἁμαρτίας ἐξ ὅλων ἀφανιζομένας, οὕτως οἱ ἐπιπληκτικοὶ καὶ ἐλεγκτικοὶ λόγοι ἐπερχόμενοι καθ' ὧν σφενδονίζονται, καταχώσουσιν αὐτοὺς κάλυμμα αὐτῶν γινόμενοι, ἐκπινομένου δίκην οἴνου τοῦ αἵματος αὐτῶν, ὡς εὐφραίνειν καὶ ἄγαν διαχεῖν τοὺς πιόντας, ὡς λοιπὸν φιάλας, σκεύη εὐφροσύνης ὑπηρετικά, τὰ θυσιαστήρια γενέσθαι. 3.220 Πῶς γὰρ οὐ θείας μεταλαμβ̣άνει πόσεως ὁ θυσίαν αἰνέσεως καὶ δικαιοσύνης θύων; Ὡς γὰρ οἱ μὴ ὃν δεῖ τρόπον ἱερουργοῦντες καλύπτουσιν ἐν δάκρυσιν τὸ θυσιαστήριον τοῦ ἐλεγκτικώτατα πρὸς αὐτοὺς λέγοντος· «Ἐκαλύπτετε ἐν δάκρυσιν τὸ θυσιαστήριόν μου· ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ὑμῶν, ἢ λαβεῖν δῶρον ἐκ τῶν χειρῶν ὑμῶν;» Ταῦτα μὲν οὖν λεγέσθω τοῖς μετὰ ἀσεβείας θύουσιν· τοῖς δὲ εὐσεβῶς ἱερουργοῦσιν ὡς δεκτὰς εἶναι τὰς θυσίας αὐτῶν, φιάλαι εὐφροσύνης ποιητικαὶ ἔσονται τὰ θυσιαστήρια, ἵν' οὕτω ἱερωμένοι σωθήσονται, ἐν φωτεινῇ καταστάσει ἀναδειχθέντες, ἡμέρᾳ νοητῇ τυγχανούσῃ, ὅτε σωθήσονται ὡς πρόβατα εἰς λαὸν Θεοῦ μεταποιούμενοι. 3.221 Πρώτη γὰρ κατάστασις τῶν εὖ καὶ ὡς δεῖ ἀρχομένων, τὸ ποίμνης δίκην ἄγεσθαι ὑπὸ τοῦ ἀρίστου ποιμένος, ἵνα μετὰ ταῦτα ἐκ προβάτων λαὸς ἀναδειχθέντες βασιλευθῶσιν ὑπὸ τοῦ πρότερον ποιμένος γενομένου αὐτῶν, οἵτινες μετὰ τὸ χρηματίσαι λαὸς τοῦ παντοκράτορος, καὶ μέρη ἔσονται τῆς οἰκοδομουμένης ὑπὸ Κυρίου τῶν δυνάμεων πόλεως. 3.222 Ἅγιοι λίθοι κυλιόμενοι ἐπὶ τῆς Θεοῦ γῆς διὰ τὸ κοῦφον καὶ ἐλαφρὸν γεγενημένοι, ἐπιτιθέμενοι λοιπὸν ·························· ἀμετακινήτῳ θεμελίῳ ······························· ους γεναμένους λίθους ····················· οἰκοδομοῦσιν, ὁ πρόκριτος τῶν ἀποστόλων Πέτρος ··············· γράφει· «Πρὸς ὃν προσερχόμενοι ······· παρὰ Θεῷ ἐκλεκτὸν ἔντιμον λίθον, καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους Θεῷ διὰ Ἰησοῦ Χριστοῦ.» 3.223 Εἰ περὶ τῶν τοιου´̣των ·························· τοὺς δοξολογοῦντας ······ «Ἐὰν οὗτοι σιωπήσουσιν, οἱ λίθοι κεκράξονται», πα································ ἁγιότητα καὶ τὴν α································ Θεοῦ γῆς, ἥτις πᾶσα ᾄδει τῳ῀̣ ············· προσκυνήσασα αὐτῷ, κατὰ τὰ γραφέντα ἐν τοῖς Ψαλμοῖς, ὅπου μέν· «Ἄισατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ», ὅπου δέ· «Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι» ······················ 3.224 λαμβάνων τὸ «ἐκπίονται ὡς οἶνον» ·············· τὸ ὠμὸν καὶ πρὸς φόνους α·························· θησαν οἱ καταναλούμενοι. ··························· βάλλοντες τῷ ῥητῷ τῇ κατ·························· μάχῃ τε καὶ στάσει πολε···························· λοις ἑπτὰ βιβλίοις περὶ τῆς ························ ἀνδρὶ σοφῷ. 3.225 Zach. IX, 17: Ὅτι εἴ τι ἀγαθόν, αὐτοῦ· καὶ εἴ τι καλόν, παρ' αὐτοῦ, σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζω̣ν εἰς παρθένους. 3.226 Τὸ κυρίως αἱρετὸν ἀγαθὸν ὑπάρχον ············ καὶ τὸ ἀναντιρρήτως ἐπαινε̣τὸν