1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

102

Σύμμαχός φησιν· «Μὴ οὐκ ἔγνως ἢ οὐκ ἤκουσας;» Ὁ δὲ Ἀκύλας· «Μήτι οὐκ ἔγνως ἢ οὐκ ἤκουσας;» Ὁ δὲ Θεοδοτίων· «Οὐκ ἔγνως ἢ οὐκ ἤκου σας;» Οὐδεμίαν φησὶν ἀ πο λογίαν ἔχεις· διὰ πάντων γάρ σε τῶν προφητῶν καὶ μυρίων θαυμάτων τὴν ἐμὴν ἐδίδαξα δύν αμιν. Εἶτα ἀναμιμνῄσκει ὧν πολλάκις ἐδίδαξεν· Θεὸς αἰώνιος. Τοῦτο καὶ ὁ μακάριος ἔφη Μω υσῆς· «Ἐγώ εἰμι ὁ ὤν», καὶ ὁ μακάριος δὲ ∆αυίδ φησι πρὸς αὐτόν· «Σὺ δὲ κύριε εἰς τὸν αἰῶνα μένεις καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν», καὶ πάλιν· «Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς. Καὶ τοῦτο ὁ μακάριος ἐδίδαξε Μωυσῆς· «Ἐν ἀρχῇ» γάρ φησιν «ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», καὶ ὁ μακάριος ∆αυίδ· «Ὁ θεμελιῶν τὴν γῆν καὶ τὴν ἀσφάλειαν αὐτῆς.» Οὐ πεινάσει οὐδὲ κοπιάσει. Καὶ τοῦτο διὰ τοῦ μακαρίου ἔφ η ∆αυίδ · «Μὴ |149 b| φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι;» Οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Καὶ τοῦτο καὶ ὁ μακάριος ∆αυὶδ προεκήρυξεν· «Μέγας ὁ κύριος ἡμῶν καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός.» 29∆ιδοὺς τοῖς πεινῶσιν ἰσχὺν καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην. Τοῦτο καὶ ἡ θαυμασία Ἄννα ἔφη· «Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ» καὶ τὰ ἑξῆς. 30Πεινάσουσι γὰρ νεώτεροι καὶ κοπιάσουσι νεανίσκοι καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται· 31οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσιν. Ταῦτα δὲ καὶ ἐπὶ τῶν Ἰουδαίων καὶ ἐπὶ τῶν θείων ἀποστόλων ἐγένετο. Ὅσοι μὲν γὰρ ἠπίστησαν, λιμῷ καὶ λοιμῷ καὶ πολέμῳ καὶ ἀνδραποδισμῷ παρεδόθησαν· οἱ δὲ πεπιστευ κότες τῷ παναγίῳ νεουργηθέντες πνεύματι τὴν ὀξυτάτην τῶν ἀετῶν μιμησάμενοι πτῆσιν εἰς ἅπασαν ἔδραμον τὴν οἰκουμένην ὡς ἐν ἀλλοτρίοις ἀγωνιζόμενοι σώμασιν. Οὕτω τῶν ἀποστόλων ὑποδείξας τὸν δρόμον ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις προαγορεύει τὴν σωτηρίαν· 411Ἐγκαινίζεσθε πρός με νῆσοι· οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν. Νήσους τὰς ἐκκλησίας καλεῖ ὡς τὰ τῶν διωκόντων κύματα δεχομένας καὶ ἐπὶ τῆς πέτρας ἐρηρεισμένας, ἄρχοντας δὲ προσαγορεύει τῆς ἀληθείας τοὺς κήρυκας ἑτέρους ἀνθ' ἑτέρων μετὰ τὴν κλῆσιν γεγενημένους· «∆εῦτε» γάρ φησιν «ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιέας ἀνθρώπων.» Ἤλλαξαν τοιγαροῦν τὴν ἰσχύν· οὐκέτι γὰρ ἰχθύας ἀπὸ λίμνης μιᾶς ἀλλ' ἀνθρώπους ἀπὸ πάσης τῆς οἰκουμένης ἐθήρευον. Ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν ἀναγγειλάτωσαν. Τοῖς αὐτοῖς παρακελεύεται σύμφωνον προσφέρειν διδασκαλίαν καὶ τὴν ἐσομένην κρίσιν ἅπασι προμηνύειν. 2Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην; Ἐκάλεσαν αὐτὸν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσονται, καὶ δώσει ἐναντίον ἐθνῶν καὶ βασιλεῖς ἐκστήσει καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τέκνα αὐτῶν 3καὶ διώξεται αὐτούς, καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ, οὐχ ἥξει. Περὶ ταύτης τῆς δικαιοσύνης καὶ ὁ μακάριος ἔφη Παῦλος· «Ἐδόθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.» Ταύτης τῆς δικαιοσύνης ἀνατειλάσης καὶ τὴν οἰκουμένην περιδραμούσης ἐξέστησαν μὲν βασιλεῖς, ἡττήθησαν δὲ τύραννοι, πᾶν δὲ εἶδος τιμωρίας ἠλέγχθη, καὶ τοὺς διώκοντας οἱ διωκόμενοι νενικήκασι καὶ ὡς ἄκρας εἰρήνης ἀπολαύοντες τὸν προκείμενον ἐξήνυσαν δρόμον. Τὸ μέντοι· οὐχ ἥξει, παρὰ μὲν τοῖς Ἑβδομήκοντα οὐ κεῖται, ὡς δὲ παρὰ τοῖς Ἄλλοις κείμενον προσετέθη μετὰ ἀστερίσκου. ∆ηλοῖ δὲ ὡς δικαιοσύνη οὐ πᾶσιν ἥξει ἀλλὰ το ῖς πιστεύουσιν· οἱ γὰρ δυσσεβεῖς οὐδὲ προσέχειν ἐβούλοντο τοῖς θείοις κηρύγμασιν. 4Τίς ἐνήργησε καὶ ἐποίησε ταῦτα; Ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς, τουτέστι τὴν δικαιοσύ νην. Ἄνωθέν φησι τὰ περὶ αὐτῆς προηγόρευσεν. Ταύτας καὶ πρὸς τὸν Ἀβραὰμ ἐποιήσατο τὰς συνθήκας «Ἐν τῷ σπέρματί σου» λέγων «εὐλογηθήσεται πάντα τὰ ἔθνη τῆς γῆς» καὶ πρὸς τὸν Ἰσαὰκ καὶ πρὸς τὸν Ἰ ακ ὼβ καὶ πρὸς τὸν Μω<υ>σέα καὶ πρὸς τὸν ∆αυίδ· ταῦτα καὶ διὰ τῶν ἄλλων προφητῶν προηγό ρευσεν .