103
······················· ·····························εύεται· συνᾴδει τῷ προφητικῷ ····················· ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ· «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τε´̣λειον ἄνωθέν ἐστιν καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φωτῶν, παρ' ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα̣.» ∆ιὸ μόνος οὗτος ··························· δίδωσι̣ν «ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν» ·····················τ̣ου τυγχάνει, καὶ ··································ου, ὡς τὸν πόθον 3.227 ···························· ἐγείροντα τὴν ψυχὴν ···························· τὸν Κύριον «τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμ̣ίαν σου». Ἐπιστατέον ····························· π̣ίστις καὶ ἡ ἐπίγνωσις ···························· αὐτοῦ ἐνδιδομένου καλοῦ ·····························ο̣υ κατορθώματος. Οἷον ···························· τὴν ἐπίνοιαν ἀγαθὸν καὶ ························ν καὶ ὠφέλιμον ἀγαθόν ἐστιν ···························ες προσαγορεύεται καλόν. 3.228 ···············ὑμνῳδὸν εἰπεῖν· «Ποίησον ἀγαθόν» ·······················τὸν μεγαλόφωνον Ἠσαΐαν μάθετε καλὸν ποιεῖν ········ε̣ρον Ἀπόστολον, τὸ καλὸν κατέχειν ·········· ἀποστολικῇ φωνῇ· «Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.» «Ὅτι εἴ τι ἀγαθόν, αὐτοῦ· καὶ εἴ τι καλόν, παρ' αὐτοῦ», ἁρμονίως ··············· «σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρθένους» ······ι̣ αἰσθητοῦ δὲ πυροῦ καὶ προχείρου ···········λ̣εται ταῦτα. 3.229 Οὐ γὰρ πνευματικὴ καὶ 3.236 ψυχικοῦ ἀνθρώπου πρὸς τῷ μὴ δέχεσθαι τὰ τοῦ πνεύματος, μωρίαν αὐτὰ ἡγουμένου τῷ βεβλᾶφθαι τοῦ ἔσω ἀνθρώπου τὰς αἰσθήσεις. Πῶς γὰρ οὐκ ἐβλάβη ἡ ὄσφρησις καὶ γεῦσις τοῦ μὴ γευομένου τοῦ Κυρίου κατὰ τὸ λεχθέν· «Γεύσασθε καὶ εἴδετε ὅτι χρηστὸς ὁ Κύριος», καὶ ἡ ἀντιλημπτικὴ τῆς ἱερᾶς πνοῆς τοῦ ὀνόματος αὐτοῦ, κατὰ τό· «Μύρον ἐκκενωθὲν ὄνομά σοι, διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε»;
3.237 Zach. X, 1-3: Αἰτεῖσθε ὑετὸν παρὰ Κυρίου καθ' ὥραν πρόϊμον καὶ
ὄψιμον· Κύριος ἐποίησεν φαντασίας καὶ ὑετὸν χειμερινόν, δώσει αὐτοῖς ἑκάστῳ βοτάνην ἐν ἀγρῷ. ∆ιότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς, καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν, μάταια παρεκάλουν· διὰ τοῦτο ἐξηράνθησαν ὡς πρόβατα καὶ ἐκακώθησαν, ὅτι οὐκ ἦν ἴασις. Ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι. 3.238 Κακίας ἐπιπολαζούσης, ἀβροχία γ̣ίνεται πολλάκις 3.238 κρίναντος Θεοῦ, διὸ ἐξευμενίζεσθαι ἐν τοῖς τοιούτοις τὸν ἀγανακτοῦντα κατὰ τῶν οὕτω εἰς ἀθεότητα ·········ς πεσόντων, ὡς ἀντὶ Θεοῦ δαίμονας προιλ̣άσκεσθαι ··θεν ἐξευμενίζεσθαι, ὡς μαντείας καὶ ἐνύπνια λαβεῖν παρ' αὐτῶν. Τοιαύτη ἐπαγωγὴ ὑπῆρκται τοῖς Ἑβραίοις κατὰ τοὺς χρόνους Ἠλίου τοῦ μεγάλου προφήτου, ὑετοῦ μὴ γενομένου ἐπὶ τῆς γῆς ἐπὶ ἔτη τρία̣ καὶ μῆνας ἕξ, ὡς παντὸς ἀπορῆσαι γενήματος, ὡς ἐγγυ`̣ς θανάτου στῆναι τοὺς ἀνθρώπους καὶ τὰ ἄλλα ζῷα φθάσαι διὰ σπανιότητα τὴν τῶν ἐπιτηδείων. 3.239 Ταύτης τῆς κακώσεως ἐπιπολασάσης, ἀκόλουθον ἦν τὸν Ἰσραὴλ εὐεργετηθέντα πολλ̣άκις ἐν τοῖς τοιούτοις Θεοῦ περιέχεσθαι καὶ αἰτεῖσθαι παρ' αὐτοῦ ὑετὸν ἵν' εὐθηνία ὑπαρχθῇ. Τοῦτ' οὐ πεποίηκεν, ἐπικρατησάσης ἀπάτης ὡς δυναμένων τῶν εἰδώλων ἐπι̣νεύειν τοῖς ζητοῦσιν παρ' αὐτῶν ἃ μὴ δύνανται παρασχεῖν. Γέγονε δὲ ἡ φρενοβλάβεια ἀπὸ τῆς Ἰεζάβελ, γυναικὸς τοῦ βασιλεύοντος τῶν Ἑβραίων, σφόδρα εἰδωλολατρούσης ὡς συναπαχθῆναι αὐτῇ καὶ τὸν ἄνδρα. 3.240 Ἐπλήθυνον γοῦν ἐν ταῖς ἡμέραις αὐτῆς οἱ προφῆται τοῦ Βαάλ, ἀγάλματος ὄντος Σιδωνίων, μάντεις καὶ ἀποφθεγγόμενοι καὶ αὐτὸ τοῦτο ἐνυπνιασταὶ ὀνείρων ἐξεχόμενοι τυγχάνοντες, θέλγοντες ἀεὶ τολ̣μήρως προγνωστικαῖς δῆθεν ὁδοῖς, διαφόρως ψεύδοντες ἐπιγενομένης εὐετηρίας, ὡς μηκέτι αἰτεῖσθαι χορηγεῖν ὑετὸν «τὸν ἀνατέλλοντα τὸν ἥλιον ἐπὶ ἀγαθοὺς καὶ πονηροὺς καὶ βρέχοντα ἐπὶ δικαίους καὶ ἀδίκους». 3.241 Ἐπεὶ τοίνυν εἰς τοσαύτην ἄγνοιαν πεπτώκασιν οἱ παρὰ ···········μου ὑπαχθέντες, οἶκτον