1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

105

ἡ διδασκαλία αὐτῶν ὤφθησαν, μόνης τῆς ἀποστολικῆς Ἐκκλησίας καρποὺς τελείους γλυκεῖς τε καὶ ἐδωδίμους φερούσης διὰ τὸ ἐξ ἀμφοτέρων τῶν ὑετῶν τέλειον ἔχειν ποτισμόν. Ταύτην τὴν θεωρίαν ὑποβάλλει καὶ ἡ τοῦ Ὠσῆε προφητεία ὧδε ἔχουσα· «∆ιώξωμεν τοῦ γνῶναι τὸν Κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρόϊμος καὶ ὄψιμος γῇ.» 3.251 Ἐκλημπτέον κατὰ νόησιν ἄλλην πρόϊμον ὑετὸν εἶναι τὸν περὶ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος λόγον, ὄψιμον δε`̣ τὸν̣ περὶ τῆς θεολογίας αὐτοῦ. Ἀμφοτέρων τῶν ποτισμῶν οἱ ἀπολαύσαντές φασιν· «Ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας.» Ταύτην ἔχει τὴν νόησιν καὶ τὸ Κορινθίοις υ῾̣πὸ Παύλου γραφέν· «Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.» Πρὸς τὴν προτέραν ἀπόδοσιν τὴν περὶ τῶν δύο διαθηκῶν συγχρηστέον τῷ· «Παῦλος Ἰησοῦ Χριστοῦ δοῦλος, ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ, ὁ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γεναμένου ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης.» 3.252 Ῥηθείη καὶ νόησις τρίτη· τὰ ἐν τῷ αἰῶνι τούτῳ «ἐκ μέρους γινωσκόμενα καὶ προφητευόμενα» ὑετὸς πρόϊμος ἐκλαμβανέσθω, ὀψίμου τυγχάνοντος τοῦ «πρόσωπον πρὸς πρόσωπον» ὀφθησομένου ἐν τῷ μέλλοντι αἰῶνι. Φιλοτίμως δὲ καὶ τάδε λελέχθω· ἡ ἠθῶν ἐπανορθωτικὴ παίδευσις καὶ ἡ κατάλληλος ἀρετὴ πρακτικὴ οὖσα πρόϊμος ἔστω ποτισμός, ὀψίμου ὄντος τοῦ περὶ τῆς γνώσεως τῶν μυστηρίων Θεοῦ λόγου. 3.253 Ὑπάρξεται δὲ ὁ διττὸς οὗτος ὑετός, Θεοῦ αὐτὸν παρέχοντος, ὅταν πορευθῶμεν τοῦ γνῶναι τὸν Κύριον δι' ἐντεύξεων καὶ ἐρεύνης τῶν θεοπνεύστων γραφῶν καὶ τῆς ἀνηκούσης πρὸς ἀνυπέρβλητον θεωρίαν γυμνασίας· τούτων γὰρ προανυσθέντων, «ὡς ὄρθρος ἕτοιμος» εὑρεθήσεται ὁ ζητούμενος Κύριος, γινόμενος ὑετὸς πρόϊμος καὶ ὄψιμος τῇ γῇ τῇ δεξαμένῃ τὸν Ἰησοῦ σπόρον. Οὕτω γὰρ καρποφορήσει τὰ ἑξῆς δηλούμ̣ενα, ἀνάστασιν, ζωήν, γνῶσιν τελείαν, ὡς αὐτὸ τὸ λεχθὲν φανεροῖ προενεχθὲν ὥδε· «Ἥξει γάρ, φησίν, ἡμῖν ὡς ὑετὸς πρόϊμος καὶ ὄψιμος γῇ. Καὶ ἀναστησόμεθα καὶ ζησόμεθα καὶ στησόμεθα ἐνώπιον αὐτοῦ καὶ γνωσόμεθα.» 3.254 Τούτων τῶν θεοπνεύστων ἀγαθῶν πληρωθεὶς ὁ ζητήσας τὸν Κύριον ὡς μοχθηρῶν ἀφέξεται τῶν ἀποφθεγγομένων ψευδομάντεων ἐνυπνιαζομένων μᾶλλον ἢ ὕπαρ τι θεωρούντων. Τυγχάνουσι δὲ τοιοῦτοι οἱ τὰς αἱρέσεις πηξάμενοι ἐν χριστιανισμῷ «μὴ νοοῦντες μήτε ἃ λέγουσιν μηδὲ περὶ τίνων διαβεβαιοῦνται», «προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν̣ ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν». 3.255 Ἐνέχονται τοῖς ψευδέσιν ἐνυπνίοις οἱ τὸ γρηγορεῖν καὶ νήφειν ἀποβαλόντες, κάρῳ καταφερόμενοι ἅτε δὴ νυκτὸς καθεύδοντες καὶ μεθύοντες· περὶ γὰρ τῶν ἐνυπνιαζομένων καὶ νυστάζειν ἀεὶ ποθούντων γράφεται τό· «Οἱ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ νυκτὸς μεθύουσιν», στερόμενοι τοῦ φωτὸς τοῦ ἀληθινοῦ. ∆ιὸ κἄν ποτε παραμυθίαν ἐπαγγέλλωνται, μα´̣ταια παρακαλοῦσιν· οὐ γὰρ ἐκ τῆς δοκούσης αὐτῶν μαντικῆς προαναφωνήσεως ἔσται τρέφουσα νομὴ καὶ βοτάνη. ∆ιὸ ξηραίνονται οἷα πρόβατα νομὴν οὐκ ἔχοντα, περὶ ἧς εἶπεν ὁ ἅγιος· «Κύριος ποιμαίνει με, καὶ οὐδέν με οὐ μὴ ὑστερήσει· εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν.» Εὑρίσκεται δὲ αὕτη ἡ εὔχορτος νομὴ τῷ εἰσερχομένῳ καὶ ἐξερχομένῳ τὴν θύραν οὐκ ἄλλην οὖσαν τοῦ φάσκοντος Σωτῆρος· «Ἐγώ εἰμι ἡ θύρα. ∆ι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.» 3.256 Ταύτης στερόμενοι, οἱ ἐνυπνίοις καὶ μάντεσιν ψευδέσιν προσέχοντες ξηρανθήσονται δίκην θρεμμάτων βοσκήματα οὐκ ἐχόντων, ὡς μηκέτι ἴασιν εἶναι ἐν αὐτοῖς κακωθεῖσιν σφόδρα, παροξυνομένου τοῦ θυμοῦ τοῦ Θεοῦ κατὰ τῶν φαύλων νομέων