1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

105

ἀπὸ χρυσοῦ ἢ ἀργύρου ἢ καττι τέρου ἢ χαλκοῦ, ἀπὸ γῆς ἔχουσι τὴν φύσιν· τούτων γὰρ ἕκαστον ἀπὸ γῆς. Βδέλυγμα τὸ εἴδωλον ὀνομάζει ὡς βδελυγμίας μεστόν. 25Ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀπὸ ἡλίου ἀνατολῶν, καὶ κληθήσονται τῷ ὀνόματί μου· ἐρχέσθωσαν ἄρχοντες |151 a| ὡς πηλὸς κεραμέως, καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλὸν οὕτως καταπατηθήσεσθε. Τοῖς εἰδώ λοις ἀπειλεῖ τὴν κατάλυσιν. Καλεῖ δὲ τὸν μὲν ἀπὸ ἀνατολῶν τὴν ἀνατείλασαν δικαιοσύνην, περὶ ἧς καὶ ἤδη πρότερον εἶπεν· «Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην;» Τὸν δὲ ἀπὸ βορρᾶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, πρὸς ἣν ἦλθεν ὁ ἐκ Θαιμὰν ἢ «ἀπὸ λιβὸς» κατὰ τοὺς Λοιποὺς Ἑρμηνευτάς. «Ὁ θεὸς» γὰρ «ἐκ Θαιμὰν ἥξει», τουτέστιν ἀπὸ μεσημβρίας. Ταύτῃ ἐκ τῆς μεσημβρίας ἐπιφανεὶς ὁ δεσπότης Χριστὸς καὶ κατεψυγμένην εὑρὼν τῇ τῶν εἰδώλων ἐξαπάτῃ καὶ ταῖς μεσημβριναῖς αὐτὴν ἐκθερμάνας ἀκτῖσιν εἰς ζωὴν ἐπανήγαγεν. Ὑπὸ ταύτης καὶ τῶν αὐτῆς ἀρχόντων, ἱερέων καὶ διδασκάλων κατεπατήθη τῶν εἰδώλων τὸ πλῆθος. 26Τίς γὰρ ἀνήγγειλε τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν, καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν; Τὰ δοκοῦντά φησιν ὑμῶν χρηστήρια ψεύδους ἐστὶ μεστά. Οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ὁ ἀκούων ὑμῶν τοὺς λόγους. Καὶ μαρτυρεῖ τῷ λόγῳ τὸ τέλος· πέπαυται γὰρ τὰ πανταχοῦ γῆς καὶ θαλάττης μαντεῖα, καὶ οἱ περὶ ταῦτα κεχηνότες μετέμαθον τὴν ἀλήθειαν. 27Ἀρχὴν Σιὼν δώσω καὶ Ἱερουσαλὴμ παρακαλέσω εἰς ὁδόν. Τὰ μέντοι προοίμια τῆς διδασκαλίας τῇ Ἱερουσαλὴμ προσοίσω. Οὕτω καὶ ἐν τοῖς ἱεροῖς εὐαγ γελίοις ἔλεγεν· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰακώβ.» 28Ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐθείς. Πρῶτοι γὰρ οἱ ἐξ Ἰουδαίων πιστεύσαντες ἐκείνων ἐγένοντο κήρυκες. Καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων. Πολλάκις αὐτῶν τὴν ἄγνοιαν ἐκωμῴδησεν. Καὶ ἐὰν ἐρωτήσω αὐτούς· Πόθεν ἐστέ; οὐ μὴ ἀποκριθῶσί μοι· 29εἰσὶ γὰρ οἱ ποι οῦντες ὑμᾶς ἄδικοι καὶ μάταιοι οἱ πλάσσοντες ὑμᾶς. Ἁρμο δίως καὶ τῶ ν εἰ δώλων τὸ ἀναίσθητον ἔδειξε καὶ τῶν ταῦτα τεκτηναμένων ἀσέβειαν κατηγόρησεν. Τὰ μὲν γάρ ἐστιν ἄψυχα, οἱ δὲ λίαν ἀνόητοί τε καὶ δυσσεβεῖς. Τούτων διελέγξας τὴν πλάνην δείκνυ σι τῆς ἀνατειλάσης εἰρήνης καὶ ἀληθείας τὸν χορηγόν· 421Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. 2Οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ, 3κάλαμον τεθλασμένον οὐ συντρίψει καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν, 4ἀναβλέψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Ταύτην τὴν μαρτυρίαν καὶ ὁ θεῖος τέθεικεν εὐαγγελιστής· εἰρηκὼς γὰρ ὡς πολλοὺς ὁ κύριος ἰασάμενος παρηγγύησεν ἵνα μηδενὶ εἴπωσιν, ἐπήγαγε τὰ προκείμενα. Εἰδέναι μέντοι χρὴ ὡς ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων οὔτε τὸ Ἰακὼβ οὔτε τὸ Ἰσραὴλ τεθείκασιν,οὔτε γὰρ παρὰ τῷ Ἑβραίῳ κεῖται. Οἷς ἀκολουθῶν καὶ ὁ θεῖος εὐα γγελιστὴς εἴρηκεν· «Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρετισάμην, ὁ ἐκλεκτός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου.» Ὅτι δὲ τούτων οὐδὲν Ἰουδαίοις ἁρμόττει, καὶ αὐτὰ δηλοῖ τῆς προφητείας τὰ ῥή ματα. Τί γὰρ ἐκείνων θρασύτερον; Τί δὲ μανικώτερον; Ὁ δὲ προφητικὸς λόγος πᾶσαν τ ὴν τοῦ σωτῆρος ἐπιείκειαν καὶ πραότητα μαρτυρεῖ. Οὗτος καὶ τὴν ἐσομένην κρίσιν τοῖς ἐ χθροῖς τῶν ἀποστόλων ἐμήνυσεν. Παῖδα δὲ αὐτὸν καλεῖ ἢ «δοῦλον» κατὰ τοὺς Ἄλλους Ἑρμηνευτὰς κατὰ τὸ ἀνθρώπειον· κατὰ τοῦτο γὰρ αὐτὸν καὶ Ἰακὼβ καὶ Ἰσραὴλ ὀνομάζει ὡς ἐξ Ἰακὼβ τοῦ καὶἸσραὴλ κατὰ σάρκα βλαστήσαντα. Οὕτω καὶ τὸ πανάγιον δέχεται πνεῦμα οὐχ ὡς θεός, ἀ νενδεὴς γάρ, ἀλλ' ὡς ἄνθρωπος, ἵνα τύπος γένηται τῶν εἰς αὐτὸν πεπιστευκ ότων. Ταύτῃ τῇ |151 b| πρα ότητι δὲ τὰ ῥήματα μαρτυρεῖ καὶ τὰ πράγματα· «Μάθετε» γάρ φησιν «ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Οὕτω δεξάμενος τὴν ἐπὶ κόρρης πληγὴν ἔφη τῷ παίσαντι· «Ἑταῖρε, εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με