1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

106

διὰ τὴν περὶ τὴν ἀγέλην ῥᾳθυμίαν, ὡς πειραθῆναι μετὰ τῶν ποιμένων θυμοῦ Θεοῦ τοὺς ἀμνούς, γινομένης καὶ μέχρις αὐτῶν τῆς ἐπισκοπῆς, ἐπιτιμωμένων καὶ κακουμένων τῶν πιότητα ἐχόντων ἀμνῶν, ὡς καὶ αὐτοὺς ξηρανθῆναι μετὰ τῶν συναγελαζομένων προβάτων. 3.257 Ὑπῆρκται δὴ βλάβη τῇ ποίμνῃ παρ' αἰτίαν τῶν εἰς ἀθεότητα πεσόντων ἀγελαρχῶν, περὶ ὧν ὁ Θεὸς αὐτός φησιν· «Οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ, καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύοντο», ἀποφθεγγομένοις καὶ μάντεσιν καὶ ψευδῆ ἐνύπνια ἐπαγγελλομένοις προσέχοντες, ὡς καὶ τὰ πρόβατα βλαβῆναι ἀπώλειαν ὑφιστάμενα. Ἐλέχθη γοῦν ὑπὸ τοῦ πάντων κηδομένου ἐλεγκτικώτατα· «Πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου, οἱ ποιμένες αὐτῶν ἐξῶσαν αὐτούς», ὡς καὶ αὐτοὺς τοὺς ἀμνοὺς κακωθῆναι, τὴν ἐκ νομῆς πίονος ὠφέλειαν οὐκέτι ἔχοντας. 3.258 Πλὴν εἰ καὶ οὕτως παρ' ἑαυτοὺς διετέθησαν, ἀλλ' οὖν ἀγαθότητι τοῦ καλοῦ ποιμένος, ἐτύθη ὑπὲρ τοῦ «ἆραι τὴν ἁμαρτίαν τοῦ κόσμου ὁ τοῦ Θεοῦ ἀμνός», περὶ οὗ ἡ προφητεία· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος», ὅνπερ δακτυλοδεικτῶν ὁ Βαπτιστὴς περισσότερον ἔχων προφήτου ἔφη· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἀρθείσης δὲ τῆς τοῦ κόσμου ἁμαρτίας, οὐκέτι ξηρασίαν ἢ συγγενῆ κάκωσιν ἔχει τὰ εὐεργετηθέντα πρόβατα, οὐδ' οἱ ἀμνοὶ οὓς ἐπεσκέψατο ὁ φάσκων· «Καὶ ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου.» 3.259 Σπουδαστέον δὲ καὶ ἡμῖν ὑπὸ τὸν ἀγαθὸν ἀγελάρχην γενέσθαι, τὸν εἰς τόπον χλόης κατασκηνοῦντα τοὺς ὑπ' αὐτῷ ποιμαινομένους, ἵνα εἰσερχόμενοι καὶ ἐξερχόμενοι, εἰσωτερικῶς καὶ ἐξωτερικῶς τοῖς θείοις ἐπιβάλλοντες λόγοις, μακαρίας καὶ αἰωνίου πειραθῶμεν ζωῆς. 3.260 Zach. X, 3-5: Καὶ ἐπισκέψεται Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ τὸν οἶκον Ἰούδα, καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ. Καὶ ἐξ αὐτοῦ ἐπέβλεψεν, καὶ ἐξ αὐτοῦ ἔταξεν, καὶ ἐξ αὐτοῦ τὸ τόξον ἐν θυμῷ· ἐξ αὐτοῦ ἐξελεύσεται πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ. Καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ καὶ παρατάξονται, διότι Κύριος μετ' αὐτῶν. 3.261 Ὁ μετὰ τὸ ὀργισθῆναι συμφερόντως ἰώμενος τοὺς ὑποπεσόντας τῇ ἀγανακτήσει, Κύριος Θεὸς παντοκράτωρ ὑπάρχων, ἐπισκέψεται τὸ ποίμνιον αὐτοῦ, τυγχάνον οἶκον τοῦ Ἰούδα, τοῦτ' ἔστιν τοῦ ἐξομολογουμένου· ἐξομολογούμενος γὰρ ὁ Ἰούδας ἑρμηνεύεται. Ἐπισκέπτεται δὲ τὴν ἀγέλην ἑαυτοῦ Κύριος Θεὸς παντοκράτωρ ὑπάρχων· περὶ οὗ καὶ ἐν τῷ Μιχαίᾳ εἴρηται· «Καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος», ὢν σωτήρ. Ὅτι δὲ Κύριος Θεὸς παντοκράτωρ ὁ Μονογενὴς τοῦ Θεοῦ Υἱός ἐστιν, ἐν τοῖς πρότερον ἀποδέδεικται. Ὁμοουσίου γὰρ ὑπαρχούσης τῆς Τριάδος, ὁμοούσιος ὁ γεννηθεὶς τῷ γεννήσαντι ὑπάρχων, ἐκ Κυρίου Θεοῦ παντοκράτορος Κύριος Θεὸς παντοκράτωρ ἐστὶν ὁ Σωτήρ. Πῶς γὰρ οὐ Κύριος Θεὸς «ὁ ὢν ἐν ἀρχῇ πρὸς τὸν Θεόν»; Καὶ ὥσπερ «δι' αὐτοῦ γέγονε τὰ πάντα», οὕτω καὶ κρατεῖται καὶ βασιλεύεται, ὡς εἶναι κατὰ τοῦτο παντοκράτωρ. 3.262 Οὗτος τοιγαροῦν ὁ θεολογούμε̣νος ἐπιδημήσας ἐπὶ τῷ εὑρεῖν καὶ σῶσαι τὸ τῶν ἀνθρώπων γένος, ὂν ἀποσφαλὲν πρόβατον ἀπὸ τῆς τῶν λογικῶν ἑκατοντάδος, οἷα νομεὺς ἄριστος «τὴν ψυχὴν ἑαυτοῦ ἔθηκεν» ὑπὲρ ὧν ἐλήλυθεν σῶσαι προβάτων, ὡς λοιπὸν ἐπισκέπτεσθαι αὐτὸν τὸ ποίμνιον ἑαυτοῦ, ὄντα τοῦ Ἰούδα οἶκον, περὶ οὗ εἴρηται· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου.» Καὶ ἐπεὶ ταχεῖα ἐκ προκοπῆς μεταβολὴ γίνεται τοῖς εὐεργετουμένοις, τάξει τοὺς συμπληροῦντας τὸ ποίμνιον αὐτοῦ, οἷα εὐπρεπῆ ἵππον ἕνα, «κατηρτισμένων ἁπάντων ἑνὶ νῷ καὶ γνώμῃ μιᾷ», ὡς ἐκ ποιμένος ἡνίοχον ἄριστον γενέσθαι σωτηριωδῶς ἱππαζόμενον. 3.263 Ὑπῆρκται δὲ τοῦτο τὸ ἀγαθὸν ἀναπεμψάντων πρεσβείαν τῶν πόθον τῆς ἐπιδημίας αὐτοῦ ἐχόντων, φασκόντων· «Ἐπίβηθι ἐπὶ τοὺς ἵππους, καὶ ἡ ἱππασία σου σωτηρία.» 3.264