1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

106

δέρεις;» Καὶ δυνάμενος σκηπτοῖς ἀναλῶσαι τοὺς κατ' αὐτοῦ λυττῶντας καὶ οἷόν τινα κάλαμον συντεθλασμένον συντρῖψαι καὶ καθάπερ λίνον καπνιζόμενον σβέσαι, τῆς ἐκείνων μανίας ἠνέσχετο· ᾔδει γὰρ τοῦ γινομένου τὸ τέλος καὶ τὴν ἐντεῦθεν τεχθησομένην ἀλήθειαν. Οὕτως καὶ τῷ θανάτῳ παραδοθεὶς ἔλαμψεν αὖθις καὶ τὴν γῆν τῆς ἀληθείας ἐπλήρωσε καὶ τῆς εἰς αὐτὸν ἐλπίδος ἐξήρτησε τὰ ἔθνη. Τοῦτο γὰρ ὁ προφητικὸς ἔφη λόγος· ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Καὶ τοῦτο καὶ ἄντικρυς ἐλέγχει τὴν Ἰουδαίων ἄνοιαν· ποῖα γὰρ ἐπὶ τῷ ἐκείνω<ν> ὀνόματι ἤλπισεν ἔθνη; Ποῖον δὲ αὐτοὺς οὐ κατεπολέμησεν ἔθνος; Εἰς δὲ τὸ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ὄνομα πάντα ἐλπίζει τὰ ἔθνη. 5Οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. Οὐ γὰρ μόνον ἐποίησεν ὁ θεὸς τὴν κτίσιν, ἀλλὰ καὶ τὸ διαρκὲς αὐτῇ δέδωκε, καὶ ὅσο ν αὐτὸς βούλεται διαμένει χρόνον. Ἔδωκε πᾶσι μὲν ἀνθρώποις πνοήν, τὸ δὲ πανάγιον πνεῦμα οὐ πᾶ σιν ἀλλὰ τοῖς πατοῦσι τὴν γῆν, τουτέστι τὸ γήινον φρόνημα. 6Ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν. Πρὸς ὃν ἐκάλεσε παῖδα ταῦτά φησι καὶ ὡς πρὸς ἄνθρωπον διαλέγεται. Τοιαῦτα δὲ πολ λὰ ταπεινὰ καὶ ἐν τοῖς θείοις εὐαγγελίοις εὑρίσκομεν· «Τὸ γὰρ παιδίον» φησὶν «ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ χάρις θεοῦ ἦν ἐπ' αὐτό», καὶ πάλιν· «Ἰησοῦς προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις», οὕτως εὐχόμενος ἔλεγεν· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο.» Ὅτι δὲ ταῦτα ἀνθρώπινα ἦν, ὁμολογεῖν οἶμαι καὶ αὐτοὺς τοὺς τῇ θεότητι τοῦ μο νογεν οῦς πολεμοῦντας καὶ κτίσμα ταύτην ἀποκαλεῖν τολμῶντας. Καὶ ἐνταῦθα τοίνυν ὡς ἀνθρώπῳ ταῦτά φησιν· Ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. Μαρτυρεῖ δὲ καὶ τὸ γένος τῇ φύσει· Ἃ γὰρ ὑπεσχόμην τοῖς σοῖς κατὰ σάρκα προγόνοις, τῷ Ἀβραάμ, τῷ Ἰσαάκ, τῷ Ἰα κώβ, τῷ ∆αυίδ, ταῦτα πεπλήρωκα νῦν καὶ διὰ σοῦ, ὃς ἐκ τῆς τούτων συγγενείας κατὰ σάρκα κατάγει, τὴν μὲν πρὸς τούτους ἐπαγγελίαν πληρῶ, τοῖς δὲ ἔθνεσι τῆς θεο γν ωσίας τὸ φῶς χορηγῶ. Ταύτης τῆς συγγενείας καὶ ὁ μακάριος ἐμνημόνευσε Παῦλος· «Ὧν οἱ πατέρες» φησὶ «καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.» Ὁ γὰρ αὐτὸς ἐξ Ἰουδαίων μέν ἐστι κατὰ σάρκα, ἐπὶ πάντων δὲ θεὸς ὡς ἐκ τοῦ θεοῦ καὶ πατρὸς πρὸ τῶν αἰώνων γεγεννημένος. Εἶτα προλέγει τὰς ἐσομένας θαυματουργίας· 7Ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. Τυφλοὺς ἐνταῦθα τοὺς τὸ ὀπτικὸν τῆς διανοίας κακῶς διακειμένους καλεῖ, τοὺς δὲ αὐτοὺς καὶ ταῖς τῆς ἁμαρτίας πεπεδημένους σειραῖς καὶ τῷ σκότει τῆς πλάνης κατεχομένους. Τούτους τοῦ ζόφου τῆς ἀγνοίας ἐλευθερώσας καὶ τῆς ἁμαρτίας τὰ δεσμὰ διαρρήξας προσήγαγε τῷ τῆς ἀληθείας φωτί. 8Ἐγὼ κύριος ὁ θεός, τοῦτό μοί ἐστιν ὄνομα· τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. Καὶ δει κνὺς περὶ τίνων λέγει, ἐπή γαγεν· Οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. Ὁ γὰρ υἱὸς τοῦ πατρὸς ἔχει τὴν δόξαν καὶ ἐν τῇ τοῦ πατρὸς ἐπιφα νήσεται δόξῃ· μία γὰρ υἱοῦ καὶ πατρὸς ἡ θεότης. Εἰ δέ φησιν ὁ θεὸς ὡς ἑτέρῳ τὴν δόξαν οὐ δώσει, δείκνυται δὲ ὁ υἱὸς τοῦ πατρὸς ἔχων τὴν δόξαν, δῆλον ὡς οὐχ ἕτερός ἐστι κατὰ τὴν οὐσίαν ἀλλὰ τὴν αὐτὴν ἔχει τῷ πατρὶ φύσιν. 9Τὰ ἀπ' ἀρχῆς ἰδοὺ ἥκασιν, ἃ πάλαι |152 a| φησὶ προ ηγόρευσεν. Καὶ <καινὰ ἃ ἐγὼ νῦν ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν.> Καινὰ τοῖς ἀγνοοῦσι τὰ προφη τικὰ θεσπίσματα, δῆλα τοῖς ἐκεῖνα πεπιστευμένοις· Καὶ πάλαι γὰρ αὐτά φησιν εἶπον ὑμῖν. Ἐπειδὴ δὲ τὰ καινὰ μηνύει, εἰκότως ὕμνον καινὸν προ σενεγκεῖν παρακελεύεται τῷ θεῷ· 10Ὑμνήσατε τῷ θεῷ ὕμνον καινόν. Ἡ ἀρχὴ αὐτοῦ ἄνω δοξάζεται, τὸ ὄνομα αὐτοῦ δοξάζεται ἀπ' ἄκρου τῆς γῆς. Καθάπερ γὰρ ἐν τοῖς οὐρανοῖς τὴν βασιλείαν αὐτοῦ καὶ τὴν δεσποτείαν ὑμνοῦσι τῶν ἀγγέλων οἱ δῆμοι, οὕτω τὸ σεπτὸν αὐτοῦ