108
κατῃσχύνθησαν ὅτε κατεποντώθησαν ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, ὡς ἐφύμνιον ᾄδεσθαι κατ' αὐτῶν ἀρχόμενον ἀπὸ τοῦ· «Ἄισωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.» Περὶ τῶν ἀναβατῶν τούτων καὶ ἐν ἑνὶ τῶν Ψαλμῶν φέρεται· «Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακώβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους.» 3.270 Τίνες δὲ οὗτοι τυγχάνουσιν ἐπιστατέον. Ἵππων νοουμένων τῶν ἀνθρωπίνων σωμάτων διὰ τὸ σκιρτητικὸν καὶ ἀφηνιάζον, ἐπιβάται αἱ ψυχαὶ τυγχάνουσιν οὐ τεταγμένως, οὐκ ἐπιστημονικῶς δαμάζουσαι τοὺς οἷς̣ ε᾿̣πιβαίνουσιν ἵππους· διὸ καὶ αἰσχύνην ὑπομένουσιν οἰστρηλατούμεναι, ὡς τὸ προφητικὸν ῥητόν φησιν· «Καταισχυνθήσονται ἀναβάται ἵππων.» 3.271 Καθ' ἑτέραν νόησιν ἵπποι νοείσθωσαν οἱ κομπώδεις καὶ σοφισταὶ ἄνθρωποι, ὧν ἐπιβαίνουσιν πονηραὶ δυνάμεις ἀτάκτως φερόμεναι οὐκ εἰδυῖαι χαλιναγωγεῖν ἀλλ' ἀτάκτῳ ῥύμῃ φέρεσθαι, αἵτινες διὰ τὸ ἀτέχνως ἐπισπέρχειν τὰ τετρασκελῆ πάθη καταισχυνθήσονται· κατὰ βαράθρων χωροῦσιν διὰ τὸ νυστάζειν καὶ ὑπνώττειν, τ̣ῶν σωτηριωδῶς ἱππαζομένων οὐχ ὑπομενόντων τ̣ὰ τ̣ῶν καταισχυνομένων· ἡ γὰρ ὑπωπιάζουσα ψυχὴ καὶ δουλαγωγοῦσα ὃ περίκειται σῶμα, οὐκ ἐπιβάτης, οὐκ ἀναβάτης, ἀλλ' ἱππεύς ἐστιν ἐπιστημονικῶς πωλοδαμνοῦσα. 3.272 Ὡσαύτως ἱππικῇ τέχνῃ ἐπιβαίνουσαι θεῖαί τινες δυνάμεις ἀνδράσιν ἀρίστοις ἱππικῶς φέρονται, ῥύμῃ θείας διδασκαλίας φερόμεναι, ἡγεμόνα καὶ ἔξαρχον ἔχουσαι τὸν οὗ ἡ ἱππασία σωτηρία ἐστίν, πρὸς ὃν εἴρηται· «Ἐπίβηθι ἐπὶ τοὺς ἵππους σου καὶ ἡ ἱππασία σου σωτηρία.» 3.273 ∆ιεστείλατό τις τῶν ἀρχαίων σοφὸς ἱππέα ἀπ' ἀναβάτου, καὶ τὸν μὲν ψεκτόν, τὸν δ' ἐπαινετὸν εἶπε̣ν̣· ὁ γὰρ ἄνευ τέχνης ἐποχούμενος, οὐ χαλιναγωγῶν τὸν ἵππον, ἀναβάτης ἐστίν, ὡς ὁ προειρημένος σοφὸς παρέστησεν, τοῦ κατὰ πωλοδαμνικὴν τέχνην ὀχουμένου ἱππέως ἐν δίκῃ καλουμένου. Αὐτίκα γοῦν τοῦ μεγάλου προφήτου Ἠλίου ἀναλαμβανομένου, Ἐλισαῖε ὁ θεοπρόπος κέκραγε λέγων· «Πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ.» Ἱππέα γὰρ ἀλλ' οὐκ ἀναβάτην ἔδει εἶναι τὸν ἀρίστως ὀχούμενον, χαλιναγωγήσαντα τὸ ἴδιον ὄχημα. 3.274 Ταύτης τῆς διαφορᾶς ἱππέως καὶ ἀναβάτου οὔσης, οὐχ οἱ ἱππεῖς ἀλλὰ οἱ ἐπιβάται καταισχυνθήσονται, νυστάζοντες ἐν τῷ ἐπιβεβηκέναι τῶν ἵππων, νηφόντως καὶ γρηγορούντως ἡνιοχούντων τῶν σὺν τέχνῃ ἱππαζομένων· διὸ καὶ νικηφόροι ἀποδεικνύμενοι νίκην ἀποφέρονται, καταισχυνομένων τῶν ἐπιβατῶν τῶν ψεκτῶν ἵππων. 3.275 Οἱ τοῦ Ἰούδα κ̣ατισχύουσιν καὶ ὁ τοῦ Ἰωσὴφ οἶκος ζῇ καὶ σώσεται ὑπὸ τοῦ παμβασιλέως Θεοῦ· ἐκ παραλλήλου Ἰωσὴφ καὶ Ἰούδας ὁ ἐνανθρωπήσας Σωτὴρ ὑπάρχει, ἅτε ἐκ τοῦ Ἰούδα ἀνατείλας καὶ σιτοδοτήσας τοὺς λιμῷ καὶ ἀσιτίᾳ καταπονουμένους, ὡς λοιπὸν πλήρης ἄρτων ἀναδειχθῆναι, μεγίστης εὐετηρίας διαδεξαμένης· εἴρηται γοῦν ἐπὶ τῷ τοκετῷ τῆς Μαρίας ὡς ἐνεπλήσθησαν ἀγαθῶν οἱ πρότερον λιμώττοντες διὰ τὸ ἀλογεῖν πνευματικῆς τροφῆς, ἧς ὁ νοητὸς αὐτῶν Ἰωσὴφ ἐσιτοδότησεν. Εἰς τοσοῦτον γοῦν δαψιλ̣είας προελήλυθεν ὡς καὶ ἐν τῇ ἐρήμῳ τοὺς τροφῆς στερομένους εἰς κόρον ἔθρεψεν ἐκ πάνυ ὀλίγων ἄρτων πολυάνθρωπα πλήθη. 3.276 Ἐνισχύσας τὸν οἶκον τοῦ Ἰούδα καὶ τὸν τοῦ Ἰωσὴφσώσας ὁ Θεὸς κατοικίζειν αὐτοὺς ἐπαγγέλλεται, οὐκ ἄλλου χάριν ἢ ὅτι ἠγάπησεν αὐτούς. Πότε δ' ἔσται τοῦτο ἢ ὅτε ἀπολαμβάνουσιν ἃς εν̣·· ἔπεισεν ἐπαγγελίας, περὶ ὧν γράφεται ὧδε· «Ὀφθαλμὸς ἀνθρώπου οὐκ εἶδεν, οὐδὲ θνητῶν οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀναβέβηκεν, ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ἔσται δὲ αὐτοῖς τὰ ἐπηγγελμένα ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς, ἀλλ' ἐπιβλέπω καὶ ἐφορῶ αὐτούς, Κύριος «Θεὸς αὐτῶν» ὑπάρχων. Εἰσακούσομαι γοῦν αὐτῶν σφόδρα καρποφορούντων κατὰ τὸν Ἐφράιμ, καρποφορίαν ἑρμηνευόμενον, ὡς ἡσθῆναι καὶ χαρῆναι τὸ διανοητικὸν αὐτῶν ὡς ἐν οἴνῳ τῷ τρυγωμένῳ ἐκ τῆς