1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

108

τὴν τῶν ἐθνῶν ἑωρακότες ἐπιστροφήν. Γλυπτὰ καὶ χωνευτὰ τὰ εἴδωλα κέκληκεν· τὰ μὲν γὰρ ἐκ ξύλων καὶ λίθων τὰ δὲ ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καὶ καττιτέρου κατασκευασθήσεται. 18Οἱ κωφοὶ ἀκούσατε, καὶ οἱ τυφλοὶ ἀναβλέψατε ἰδεῖν. Εἶτα σαφέστερον διδάσκει τίνας αὐτῶν προσαγορεύει· 19Καὶ τίς τυφλὸς ἀλλ' ἢ ὁ λαός, παῖδές μου, καὶ κωφοὶ ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; Κυριεύοντας τοὺς βασιλεύον τας καὶ τοὺς ἄρχοντας καλεῖ, κωφοὺς δὲ αὐτοὺς ὀνομάζει ὡς τῶν προφητικῶν ἐπαΐειν οὐκ ἐθέλοντας λόγων. Τὸν δὲ λοιπὸν ὅμιλον τυφλὸν προσηγόρευσεν ὡς ὁρῶντα τὴν τῶν εἰδώλων ἀσθένειαν καὶ συνιδεῖν οὐ βουλόμενον. Τίς τυφλὸς ὡς ὁ ἀπεσχηκώς; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ. Ὁ δὲ Σύμμαχος οὕτω · «Τίς τυφλὸς ὡς ὁ τέλειος καὶ τυφλὸς ὡς ὁ δοῦλος κυρίου;» Εἰ γὰρ καὶ τὰ ἔθνη φησὶν ὁμοίως πλανᾶται ὅμως οὐ κ ἴσην ἔχει κατη γορίαν· οὐ γὰρ ἔχει προφήτας δᾳδουχοῦντας πρὸς τὴν ἀλήθειαν οὐδὲ τοσαύ της ἐπ ιμελείας ἠξίωται. Καὶ ὁ ἀπεσχηκὼς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν, ἀντὶ τοῦ· ὁ ὑπὸ τοῦ θεοῦ π ροκληθεὶς καὶ ἑαυτὸν ἀπορρήξας τῆς τοῦ θεοῦ δουλείας καὶ τὴν τῶν εἰδώλων προελόμενος θερ απείαν. 20Εἴδετε πλεονάκις καὶ οὐκ ἐφυλάξασθε· ἠνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. Τὰ γὰρ θαύματα ἑώρων καὶ διδασκαλίας θείας ἀπέλαυον καὶ οὔτε τὰ ὦτα τοῖς λόγοις οὔτε τοὺς ὀφθαλμοὺς τοῖς ἔργοις προσέφερον. 21Κύριος ὁ θεὸς ἡμῶν ἐβούλετο, ἵνα δικαιωθῆτε καὶ μεγαλύνητε αἴνεσιν. Σαφῶς ἔδειξε τῆς αἰνέσεως τὸν σκοπόν· τοῦ γὰρ ὕμνου τὸ κέρδος ὁ τοῦτον προσφέρων καρποῦται. Καὶ εἶδε, 22καὶ ἐγένετο ὁ λαὸς προνενομευμένος καὶ διηρπασμένος. Καὶ τὸν θεῖον ἡμᾶς ἐδίδαξε σκοπὸν καὶ τὸ τῆ ς ἀνθρωπίνης κτίσεως αὐτεξούσιον. Αὐτὸς μὲν ὑμᾶς φησιν ἐβούλετο δικαιωθῆναι τὴν εὐ σέ βειαν αἱρουμένους, ὑμεῖς δὲ τὴν ἐναντίαν ὁδεύσαντες τὸν ὄλεθρον ἐτρυγήσατε. Ἡ γὰρ παγὶς ἐν τοῖς ταμείοις πανταχοῦ καὶ ἐν οἴκοις ἅμα ὅπου ἔκρυψαν αὐτούς. Παγίδα καλεῖ τὴν περὶ τὰ εἴδωλα πλάνην· ὥσπερ γὰρ ἡ παγὶς ἀγρεύει τῶν ἀλόγων τὰ γένη, οὕτως ἡ πλάνη τῶν ἀνθρώπων τὸ γένος. Ἐδίδαξε δὲ ὁ προφητικὸς λόγος ὡς πανταχοῦ τὰ εἴδωλα προσεκύνουν. Ἐγένοντο εἰς προνομήν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος. Ἀποστάντες γὰρ τῆς ἐμῆς θεραπείας τῆς ἐμῆς οὐκ ἀπήλαυον προμηθείας. Ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων· Ἀπόδος. Ταῦτα ὑπέμειναν ὑπὸ Βαβυλωνίων καὶ ὕστερον ὑπὸ Ῥωμαίων οὐδενὸς ἐπαμύνοντος οὐδὲ δίκας τῆς ἀσεβείας εἰσπραττομένου. 23Τίς ἐν ὑμῖν, ὃς ἐνωτιεῖται ταῦτα, προσέξει καὶ εἰσα κούσεται εἰς τὰ ἐπερχόμενα; 24Τίς ἔδωκεν εἰς διαρπαγὴν Ἰακὼβ καὶ Ἰσραὴλ τοῖς προνομεύουσιν αὐτόν; Ταῦτα κατ' ἐρώτησιν εἰρηκὼς ἐπιδεί κνυσι σα φῶς τὸν τοῦτο πεποιηκότα, ἐπιδείκνυσι δὲ <καὶ> τῆς αἰτίας τὸ εὔλογον· Οὐχὶ ὁ θεός, ᾧ ἥμαρτον αὐτῷ καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ; Προὔδωκέ φησιν αὐτοὺς ὁ νομοθέτης, ἐπειδὴ τὴν παρα νομίαν ἠγάπησαν. 25Καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν αὐτῶν πόλεμος καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ. Οὐ γὰρ μόνον οἱ πόρρωθεν αὐτοῖς ἐπῆλθον ἀλλὰ καὶ οἱ πλησιόχωροι συνεμάχουν ἐκείνοις δῃοῦντες καὶ ἐμπιπρῶντες καὶ τὴν γῆν αὐτ ῶν διαφθείροντες. Καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν, καὶ ἀνήφθη ἐν αὐτοῖς. Τὴν δὲ αἰτίαν τῶν ἀνιαρῶν συνιδεῖν οὐκ ἠθέλησαν. Ταύτην δὲ τὴν νόσον καὶ νῦν ἔχουσιν Ἰουδαῖοι · τῆς γὰρ πολυθρυλήτου μητροπόλεως αὐτῶν ἐξεληλαμένοι καὶ τῆς θείας παντελῶς γυμνωθέντες κηδεμονίας τὴν τῶν κακῶν οὐ συνορῶσιν αἰτίαν. 431Καὶ νῦν οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας |153 a| σε Ἰακὼβ καὶ ὁ πλάσας σε Ἰσραήλ· Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε, ἐκάλεσά σε τὸ ὄνομά σου Ἐμὸς-εἶ-σύ. Καὶ παιδεύων ὁ φιλάνθρωπος οὐ καταλείπει τὸν ἔλεον ἀλλ' ἅπερ νομοθετεῖ πρῶτος ποιεῖ-ἔλεγξον γάρ φησιν, ἐπιτίμησον, παρακάλεσον. Ἐνταῦθα δὲ τοὺς ἀνδραποδισθέντας καὶ τὴν Βαβυλωνίαν κατειληφότας ψυχαγωγεῖ. Καὶ ἐπειδὴ λαὸς τοῦ θεοῦ ἐχρημάτιζεν, εἰκότως ἔφη· Ἐκάλεσά σε τὸ ὄνομά σου Ἐμὸς-εἶ-σύ. Τοῦτό φησιν εἶχες ὄνομα τὸ ἐξ ἐμοῦ καλεῖσθαι. 2Καὶ ἐὰν διαβαίνῃς δι' ὕδατος, μετὰ