1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

109

ἀμπέλου τῆς ἀληθινῆς, περὶ οὗ πολλάκις ἤδη σαφήνεια γέγονεν. 3.277 Τί δ' ὑπάρξεται ἐκ τῆς πόσεως τοῦ θείου οἴνου, ἢ τὸ εὐφρανθῆναι ἐκ τοῦ θεωρεῖν τὰ τῆς βασιλείας τῶν οὐρανῶν μυστήρια καὶ ὅσα ἄλλα ὑψηλὴν ἔχει θεωρίαν, μεθ' ἣν ὄψεταί τις τὸν Θεὸν καθαρᾷ καρδίᾳ προσβαλὼν «τῷ χαρακτῆρι τῆς ὑποστάσεως αὐτοῦ», ὡς αὐτὸν τὸν ὄντα «εἰκόνα» καὶ χαρακτῆρα «τοῦ ἀοράτου Θεοῦ» λέγειν· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα»; 3.278 Οὐ μόνον δ' αὐτοὶ οὗτοι πρὸς οὓς αἱ ἐπαγγελίαι ἀπολαύσουσιν τῶν ἱερῶν θεαμάτων, ἀλλὰ καὶ τὰ τέκνα αὐτὰ ἃ ἐγέννησαν θείᾳ παιδεύσει καὶ μιμήσει ἀρίστου βίου. Ὁ ἐν Χριστῷ γοῦν Ἀπόστολος Κορινθίοις καὶ Γαλάταις ἐπιστέλλει, τοῖς μέν· «∆ιὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα», τοῖς δέ· «Τέκνα μου οὓς πάλιν ὠδίνω μέχρι οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Καὶ Πέτρος γοῦν ὁ τῶν ἀποστόλων πρόκριτος ὡς τέκνοις ἑαυτοῦ γράφει ἣν ἐχάραξεν ἐπιστολήν· «Ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι κατὰ τὴν προτέραν ἀναστροφήν.» Καὶ Βαρναβᾶς γοῦν καὶ αὐτὸς μετὰ Παύλου ἀπόστολος ταχθεὶς ἐπὶ τῆς ἀκροβ̣υστίας, τοῖς κατὰ τὸ εὐαγγέλιον πιστοῖς ἐπιστολὴν διαπεμψάμενος, προσφωνεῖ αὐτὴν ὡς υἱοῖς καὶ θυγάτρ̣α̣σιν̣. Καὶ ὁ ὑμνῳδὸς δὲ τοῖς κατὰ ἀρετὴν ἐξ αὐτοῦ γεννωμένοις προσφωνεῖ· «∆εῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν καὶ ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;» 3.279 Ὀψόμενα τῶν προειρημένων τὰ τέκνα χαρήσεται νῷ, καρδίᾳ ὀνομαζομένῳ, οὐκ ἐπ' ἄλλῳ τινὶ ἢ Κυρίῳ Θεῷ αὐτῶν, λέγοντι πρὸς ἕκαστον τῶν πολιτευομένων κατὰ τὸ θεῖον Εὐαγγέλιον· «Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» 3.280 Zach. X, 8-10: Σημανῶ αὐτοῖς καὶ εἰσδέξομαι αὐτούς, διότι λυτρώσομαι αὐτούς, καὶ πληθυνθήσονται καθότι ἦσαν πολλοί· καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς, καὶ οἱ μακρὰν μνησθήσονταί μου. Ἐκθρέψουσιν τὰ τέκνα αὐτῶν καὶ ἐπιστρέψουσιν. Καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐξ Ἀσσυρίων εἰσδέξομαι αὐτούς, καὶ εἰς τὴν Γαλααδῖτιν καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτούς, καὶ οὐ μὴ ὑπολειφθῇ αὐτῶν οὐδὲ εἷς. 3.281 Προθέμενος ὁ Κύριος εἰσδέξασθαι τοὺς ἀλλοτριωθέντας αἰχμαλωσίας τρόπῳ, οὐκ ἀθρόως τοῦτο ποιεῖ, ἀλλὰ σημάνας τὴν εὐεργεσίαν τοῖς ἀναδεξομένοις αὐτήν. Αὕτη ἡ θεωρία ἐν Εὐαγγελίοις μάλιστα φέρεται· ἀναπαῦσαι γὰρ τὰς ψυχὰς ὁ Ἰησοῦς βουλόμενος, «∆εῦτε, φησίν, πρὸς ἐμὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· καὶ ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον ἐλαφρόν ἐστιν.» ·····ως εἰσδέξασθαι αὐτοὺς πρὸς ἑαυτὸν κρίνας ἵνα ἄρωσιν τὸν ζυγὸν αὐτοῦ χρηστὸν ὄντα καὶ τὸ ἐλαφρὸν φορτίον, σημαίνει αὐτοῖς φάσκων· «∆εῦτε πρὸς ἐμὲ κἀγὼ ἀναπαύσω ὑμᾶς.» 3.282 Ἡ θεία αὕτη προτροπὴ καὶ ἐν Ἠσαΐᾳ φέρεται, τοῦ ἁγίου Πνεύματος βοῶντος· «Φωτίζου, φωτίζου, Ἰερουσαλήμ, ἥκει γὰρ τὸ φῶς σου ἐπὶ σέ, καὶ ἡ δόξα τοῦ Θεοῦ σου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ' ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος.» Σημάνας γὰρ ὡς προσήκει φωτισθῆναι ὑπὸ τοῦ Σωτῆρος ὑπάρχοντος φωτὸς ἀληθινοῦ, ἐπενήνοχεν· «Ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα τοῦ Θεοῦ σου ἐπὶ σὲ ὀφθήσεται», ὡς πορεύεσθαι τὰς βασιλικὰς ψυχὰς ὧν κρατεῖ ὁ παμβασιλεὺς τῷ φωτὶ τοῦ εἰσδεχομένου καὶ τὰ κληθέντα ἔθνη εἰς τὸ εὐαγγέλιον τῇ λαμπρότητι τῆς ἐνδόξου Ἐκκλησίας, κατ' ἀναγωγὴν οὔσης Ἰερουσαλήμ, ἐπείπερ ὁρᾷ «τὴν Θεοῦ εἰρήνην πάντα νοῦν ὑπερέχουσαν» διὰ τέλειον ὕψος καὶ βασιλικὴν ὑπερ̣οχήν. 3.283 Τίνος δ' ἕνεκα σημαίνει καὶ εἰσδέχεται αὐτούς, ἁρμονίως ἐπιφέρει φάσκων· «∆ιότι λυτρώσομαι αὐτοὺς καὶ πληθυνῶ αὐτοὺς καθότι ἦσαν πολλοί.» Λυτροῦται δ' αὐτοὺς ὠμῶν καὶ ἀτέγκτων τυράννων νόμῳ αἰχμαλωσίας ἀπαγαγόντων αὐτοὺς τῆς οἰκείας αὐτῶν πολιτείας. 3.284 Κεῖται ἐν ἑτέραις γραφαῖς ὁ τρόπος καὶ πῶς ὑπῆρκται ἡ εἰς