1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

109

σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσί σε. Οὕτως γάρ φησι καὶ τὴν Ἐρυθρὰν διέβης Θάλασσαν καὶ τὸν Ἰορδάνην ποταμόν. Καὶ ἐὰν διέλθῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς, φλὸξ οὐ κατακαύσει σε, 3ὅτι ἐγὼ κύριος ὁ θεός σου ὁ ἅγιος Ἰσραὴλ ὁ σῴζων σε. Καὶ μάρτυρες οἱ γενναῖοι μάρτυρες Ἀνανίας Ἀζαρίας Μισαὴλ διὰ τὴν εἰς τὸν θεὸν ἐλπίδα περιγενόμενοι τῆς φλογός. Ἐποίησα ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Συήνην ὑπὲρ σοῦ. Τὴν Συήνην καὶ ὁ Ἑβραῖος καὶ οἱ Λοιποὶ Ἑρμηνευταὶ «Σαβὰ» τεθείκασιν· ἔθνος δὲ καὶ τοῦτο Αἰθιοπικόν. Προσημαίνει δὲ ὁ λόγος τὴν τῶν ἐθνῶν ἐπι στροφήν· ὑμῶν γάρ φησιν ἀντιτεινόντων καὶ πιστεύειν οὐ βουλομένων ἕτερον ἐξ ἐθνῶν διαφόρων ἐμαυτῷ κατασκευάσω λαόν. 4Ἀφ' οὗ ἔντιμος ἐγένου ἐναντίον ἐμοῦ, ἐδοξάσθης κἀγώ σε ἠγάπησα. Τὰς εὐεργεσίας ὧν ἀπήλαυσαν ἐξηγεῖται· ἀγαπηθείς φησιν ὑπ' ἐμοῦ καὶ ἐκλεχθεὶς ἐπίσημος ἐγένου καὶ πολυθρύλητος. Καὶ δώσω ἀνθρώπους ὑπὲρ σοῦ πολλοὺς καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου. Τοὺς Βαβυλωνίους λέγει οὓς τῷ Κύρῳ παρέδωκεν. 5Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι, ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμῶν συνάξω σε. Ταῦτα μετὰ τὴν τῶν Βαβυλωνίων κατάλυςιν τὸ πέρας ἐδέξατο· ὁ γὰρ Κῦρος αὐτοῖς ἐπανελθεῖν εἰς τὴν Ἰουδαίαν ἐκέλευσεν. Τότε τούτων ἐπανελθόντων ἀπὸ τῆς ἕω οἱ κατὰ τὸν τοῦ πολέμου καιρὸν πεφευγότες καὶ τὴν ἑσπέραν κατειληφότες ἐπανῆλθον ὡς εἰκὸς τὴν τῆς Ἰουδαίας εἰρήνην μεμαθηκότες. Ἀληθῶς μέντοι <καὶ> κυρίως ὁ λόγος δηλοῖ τοὺς διὰ τῶν ἱερῶν ἀποστόλων ἐκ πάσης κληθέντας τῆς οἰκουμένης καὶ τῆς σωτηρίας τετυχηκότας· καὶ γὰρ ἐν ἑκάστῃ πόλει πρώτοις Ἰουδαίοις προσέφερον τὰ θεῖα παιδεύματα. 6Ἐρῶ τῷ βορρᾷ· Ἄγε, καὶ τῷ λιβί· Μὴ κώλυε. Ἀπὸτῶν κλιμάτων τοὺς βασιλέας ἐκάλεσεν· βορειοτέρα μὲν γὰρ τῆς Ἱερουσαλὴμ ἡ Βαβυλών, πρὸς λίβα δὲ κεῖται ἡ Αἴγυπτος. Καὶ τούτοις φησὶν ἐπαναγαγεῖν κελεύσω τὸν ἐμὸν λαὸν καὶ τούτοις μὴ ἀντιπράττειν. Ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωθεν καὶ τὰς θυγατέρας μου ἀπ' ἄκρου τῆς γῆς, 7πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου· ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα αὐτὸν καὶ ἐποίησα αὐτόν. 8Ἐξήγαγον λαὸν τυφλόν, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ὡσαύτως εἰσὶ τυφλοί, καὶ κωφὰ τὰ ὦτα ἔχοντες. Καὶ τὴν οἰκείαν ἔδειξε πρόνοιαν καὶ τὴν ἐκείνων ἤλεγξεν ἀπιστίαν· Ἐγὼ μὲν γάρ φησι πάσης αὐτοὺς κηδεμονίας ἠξίωσα, αὐτοὶ δὲ τυφλώττοντες καὶ κωφεύοντες διετέλεσαν· οὔτε γὰρ τὰ θαύματα ἑώρων οὔτε τῶν θείων λογίων ἐπήκουον. 9Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Οὗτοι μὲν οὖν τυφλώττουσι καὶ κ ωφεύουσι , πάντα δὲ τὰ ἔθνη τὸν οἰκεῖον ἐπέγνω θεὸν καὶ μία ἐκ πάντων ἐκκλησία συνέστη, καὶ ἐξ αὐτῶν τῶν ἐθνῶν τούτων εἰσὶ καὶ τῆς ἐκκλησίας οἱ ἄρχοντες. Ὁρῶμεν δὲ καὶ τῆσδε τῆς προφητείας τὸ πέρας· Σύ ρων μὲν γὰρ προστατεύουσι Σύροι, Κιλίκων δὲ <Κίλικες> καὶ Ῥωμαίων Ῥωμαῖοι καὶ βάρβαροι βαρ βάρων . Ἄρχονταςδὲ τοὺς ἱερέας καλεῖ. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ὑμεῖς δὲ οὐδὲ τῶν ἤδη γεγενημένων ἀναμιμνῄσκεσθε οὐδὲ τὰ ἐσόμενα βούλεσθε πρ ομαθεῖν . Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ ἀκουσάτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Μάρτυρας καλεῖ τοὺς προφήτας· διὰ τούτων γὰρ αὐτοῖς καὶ προὔλεγε καὶ διεμαρτύρετο. Πρῶτος δὲ τούτων ὁ μακάριος Μωυσῆς, τούτῳ γὰρ ἔφη πρώτῳ· «Καταβὰς διαμάρτυραι τῷ λαῷ τούτῳ.» Ἐκεῖνος <δὲ> διαμαρτυρόμενος καὶ τὴν τούτων ἀλλοτρίωσιν καὶ τῶν ἐθνῶν προηγόρευσε τὴν μεταβολήν . |153 b| 10Γένεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει κύριος ὁ θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ μοι καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Εἰ βούλεσθέ φησιν ἔχειν με τῆς ὑμετέρας ψήφου μάρτυρα, μαρτυρήσατε τῇ ἀληθείᾳ μου πρότεροι· τούτου γὰρ γιγνομένου οὐκ ἐγὼ μαρτυρήσω μόνος ἀλλὰ καὶ ὁ ἐκλεκτός μου παῖς· καλεῖ δὲ οὕτως οὔτε Μωυσέα οὔτε ἄλλον τινὰ τῶν προφητῶν ἀλλὰ τὸν δεσπότην Χριστόν. Καλεῖ δὲ αὐτὸν οὕτως οὐχ ὡς θεὸν ἀλλ' ὡς ἄνθρωπον· ἐκλεκτὸς γὰρ ὡς ἄνθρωπος ὀνομάζεται. Ταύτην δὲ τῶν μαρτύρων τὴν