1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

110

δυάδα καὶ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις εὑρίσκομεν· τοῖς γὰρ Ἰουδαίοις ὁ δεσπότης Χριστὸς διαλεγόμενος ἔφη· «Ἐν τῷ νόμῳ ὑμῶν γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. Ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ.» Οὕτω καὶ ἐνταῦθα· Ἐγὼ μάρτυς, λέγει κύριος ὁ θεός, καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ μοι καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγὼ τὴν παλαιὰν ἔδωκα διαθήκην, ἐγὼ δώσω καὶ τὴν καινήν, ἐγὼ τὰ ἐν Αἰγύπτῳ πεποίηκα θαύματα, ἐγὼ τῆς Βαβυλωνίων ὑμᾶς ἐλευθερώσω δουλείας. 11Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ θεός σου, καὶ οὐκ ἔσται πάρεξ ἐμοῦ σῴζων. Καὶ ταῦτα τὴν μίαν κηρύττει θεότητα. Ὅτι γὰρ καὶ ὁ δεσπότης Χριστὸς σωτὴρ ὑπὸ τῆς θείας γραφῆς ὀνομάζεται, οἶμαι καὶ τοὺς Ἀρείου καὶ Εὐνομίου συνομολογεῖν φοιτητάς· εἰ δὲ πάρεξ αὐτοῦ σῴζων οὐκ ἔστι, σωτὴρ δὲ καὶ ὁ Χριστὸς ὀνομάζεται, ἐξ ἐκείνης ἐστὶ δηλονότι τῆς φύσεως. Εἰ δὲ οὐκ ἔστι κατὰ τὸν λόγον τῶν βλασφημούντων, οὐδὲ σωτήρ ἐστι κατὰ τὴν τῆς προφητείας ἀπόφασιν. Εἰ δὲ σωτήρ ἐστιν, ἐκ τῆς αὐτῆς ἄρα οὐσίας ἐστίν, ἧς μόνης ἴδιον τὸ σῴζειν. 12Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα. Προεῖπον καὶ τὸ πέρας ἐπέθηκα. Ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Τὸ ὠνείδισα οἱ Τρεῖς «ἠκούτισα» τεθείκασιν ἀντὶ τοῦ ἐμαρτυ ράμην. Καὶ τὸ ὠνείδισα δὲ τὴν αὐτὴν ἔχει διά νοιαν· ἀεὶ γὰρ ἁμαρτάνοντες ὠνειδίζοντο. Τοῦτο δὲ λέγει ὅτι, ἡνίκα ἐνομοθέτουν, ἀλλότριος οὐ πα ρῆν θεός. Ὑμεῖς ἐμοὶ μάρ τυρες, καὶ ἐγὼ κύριος ὁ θεός. Ἴστε φησὶ σαφῶς ὡς οὐδεὶς ὑμᾶς ἕτερος ἐξεζή τησεν, ἀλλὰ τῆς παρ' ἐμοὶ προνοίας ἀπηλαύσατε μόνης. 13Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι· καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος, ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Ταῦτα καὶ διὰ τοῦ μακαρίου Μωυσ έως ἔφη· «Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.» 14Οὕτως λέγει κύριος ὁ θεὸς ὁ λυτρούμενος ὑμᾶς ὁ ἅγιος τοῦ Ἰσραήλ· Ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα καὶ ἐπεγερῶ φεύγοντας πάντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθή σονται. Τὴν τῶν Βαβυλωνίων προλέγει κατάλυσιν καὶ τῶν Χαλδαίων τὸν ἀνδραποδισμόν. Ταῦτα δέ φησιν ὑμῶν ἕνε κεν πείσονται, ἐπειδὴ συνιδεῖν οὐκ ἠθέλησαν ὡς ἑκόντος μου νενικήκασι καὶ παρ' ἐμοῦ ἀποδοκιμασθέν τας ὑμᾶς ἔλαβον αἰχμαλώτους. 15Ἐγὼ κύριος ὁ θεὸς ὁ ἅγιος ὑμῶν, ὁ κατα δείξας Ἰσραὴλ βασιλέα ὑμῶν. Τοῦ το δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· «Ἐγὼ κύριος ὁ ἅγιος ὑμῶν, κτίστης Ἰσραήλ, βασιλεὺς ὑμῶν», συμφωνοῦσι δὲ καὶ οἱ Λοιποί. Ἐγὼ γάρ φησι τὸν ὑμέτερον διέπλασα πρόγονον καὶ βασιλεύειν ὑμῶν ἠθέλησα . 16Οὕτως λέγει κύριος ὁ δοὺς ὁδὸν ἐν θαλάσσῃ καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον, 17ὁ ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον πολὺν καὶ ἰσχυρόν. Τῶν ἐπὶ Μωυσέως γεγενη μένων ἀναμιμνῄσκει θαυμάτων καὶ τῆς ξένης ἐκείνης καὶ παραδόξου λεωφόρου, ἣν <ἡ> Μωσαϊκὴ κατεσκεύασε ῥάβδος, ἐν ᾗ ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν. Ἀλλ' ἐκοιμήθησαν καὶ οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον. Περὶ τῶν Αἰγυπτίων ταῦτά φησιν, ὅτι διῶξαι τὸν Ἰσραὴλ πειραθέντες πανω λεθρίαν ὑπέμειναν. 18Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε· 19Ἰδοὺ γὰρ ἐγὼ ποιῶ καινὰ ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά. Ἀξιαγαστότερά φησιν ἔσται τῶν γεγενημένων τὰ ὑπ' ἐμοῦ γενησόμενα. Τίνα δὲ ταῦτα, ἐπάγει· Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς. Τινὲς ὑπέλαβον περὶ τῆς <ἀπὸ τῆς> Βαβυλῶνος ἐπανόδου ταῦτα οὐκ ὀρθῶς · οὔτε γὰρ ὁδὸν αὐτοῖς ξένην οὔτε ποταμοὺς ἐπανιοῦσιν ἐδωρήσατο τότε. Ἀλλὰ καλεῖ |154 a| ἔρημον μὲν τὰ ἔθνη, ποταμοὺς δὲ τὰ τῶν ἀποστόλων κηρύγματα, ὁδὸν δὲ τὴν ἀπλανῆ πορείαν. Τοῦτο δὲ καὶ τὰ ἐπαγόμενα δηλοῖ· 20Εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, οἱ θηριώδη βίον πάλαι βεβι ωκότες . Σειρῆνες δὲ καὶ θυγατέρες στρουθῶν, οἱ τοῖς κεκαλλιεπη μένοις λόγοις καταθέλγοντες τοὺς ἀνθρώπους ῥήτορες καὶ φιλόσοφοι, τῆς πλάνης ἀπαλλαττόμενοι καὶ μεταμανθάνοντες τὴν ἀλήθειαν ἐμὲ τὸν