111
καὶ Ἰερουσαλὴμ ἀναβήτω ἐπὶ καρδίαν ὑμῶν.» 3.294 Οἱ εὐεργετηθέντες ὑπὸ τοῦ Σωτῆρος ἑαυτῶν πολύπαιδες καὶ πολύτεκνοι κατ' ἀναγωγὴν ὑπάρχοντες, ἐκθρέψουσιν τὰ τέκνα ἑαυτῶν μεταδόσει νοητῆς τροφῆς, ὡς περὶ ἑκάστου ἀπαγγέλλεσθαι κατὰ τὴν γραφὴν τῶν θείων Παροιμιῶν· «Καλῶς ἐκτρέφει πατὴρ δίκαιος.» 3.295 Πρὸς τῇ ἀναγωγῇ, καὶ καθ' ἱστορίαν ὑπαρχθῆναι δύναται· δίκαιος γὰρ πατὴρ ὢν ὁ Ζαχαρίας καλῶς ἐξέθρεψεν τὸν βαπτιστὴν Ἰωάννην τυγχάνοντα τέκνον αὐτοῦ, ὡς καὶ Ἀβραὰμ τὸν Ἰσαάκ, καὶ Ἰσαὰκ τὸν Ἰακώβ· καὶ αὐτὸς ὢπατὴρ ὁ θεσπέσιος Παῦλος ἐπωφελῶς καὶ ἐπαινετῶς ἐξέτρεφεν οὓς ἐγέννησεν διὰ τοῦ εὐαγγελίου. 3.296 Ἀκοῦσαι γοῦν ἔστιν αὐτοῦ γράφοντος Κορινθίοις· «Γάλα ὑμᾶς ἐπότισα.» Συμφώνως καὶ Πέτρος γράφει τοῖς ἐν τῇ διασπορᾷ πιστοῖς· «Ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλ' ἀφθάρτου διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος̣, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν.» Κατὰ τὸν τρόπον τοῦτον καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης, γεννήσας παιδεύσεως τρόπῳ τοὺς μαθητευθέντας αὐτῷ, ὅλῃ Ἐκκλησίᾳ γράφει· «Τέκνα, φυλάξατε ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων.» 3.297 Πρὸς τῷ ἐκθρέψαι τὰ τέκνα ἑαυτῶν, οἱ ἀποδεδομένοι πατέρες καὶ ἐπιστρέψουσιν αὐτὰ προτροπαῖς καὶ νουθεσίαις θείαις, ἵνα μηκέτ' ὦσιν μετὰ κακῶν ἐν χώραις δυσσεβῶν, τοῦτο τοῦ Θεοῦ χαριζομένου, ὡς αὐτὸς ἔφη· «Ἐπιστρέψω αὐτοὺς ἐξ Αἰγύπτου, καὶ ἐξ Ἀσσυρίων εἰσδέξομαι αὐτούς», ἵνα μηκέτι καταπόνωνται ὑπὸ τοῦ πνευματικοῦ τυράννου τῆς Αἰγύπτου, μηδὲ κρατῶνται ὑπὸ τοῦ ἄρχοντος τῶν Ἀσσυρίων, καλουμένου «νοῦ μεγάλου» διὰ πανουργίαν καὶ σκαιότητα νοημάτων, ἃ οἱ τυχόντες οὐκ ἐλέγχουσι, ἀλλ' ἢ μόνοι οἱ θεοσόφως φάσκοντες· «Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.» 3.298 ∆υνατὸν τὸν αὐτὸν τύραννον κατ' ἄλλην καὶ ἄλλην ἐνέργειαν Αἰγυπτίων καὶ Ἀσσυρίων ἄρχοντα φάναι· εἰ δὲ καὶ δ̣ιάφοροι πονηραὶ δυνάμεις σημαίνοιντο διὰ τῶν ποικίλων ὀνομάτων, οὐ λυπεῖ· οὐ γὰρ ἀδύνατον τὸ τοιοῦτον, πολλῶν οὐσῶν «ἀρχῶν καὶ ἐξουσιῶν τοῦ σκότους τούτου, ἀλλὰ καὶ κοσμοκρατόρων καὶ πνευματ̣ικῶν πονηρίας». 3.299 Ἐλευθερώσας ὁ τῶν μεγάλων δωρεῶν χορηγὸς ἐκ τῆς Αἰγύπτου καὶ Ἀσσυρίας τοὺς καλῶς ἐκτρέφοντας τὰ σφῶν τέκνα καὶ τοὺς τεκόντας αὐτὰ πατέρας, εἰς τὴν Γαλααδῖτιν καὶ τὸν Λίβανον εἰσάξειν αὐτοὺς ἐπαγγέλλεται, οὐδενὸς ἔτι ἐνοχλοῦντος πονηροῦ βασιλέως. Καὶ ὅρα εἰ εἰσάγει εἰς τὴν Γαλααδῖτιν τοὺς σπουδάζοντας ἔχειν τὴν μαρτυρίας μετοικεσίαν, τὴν ἐκ κακίας εἰς ἀρετήν· μετοικίζεται γὰρ ὁ μετανοῶν ἐξ ἁμαρτίας εἰς δικαιοσύνην, ἐξ ἀσεβείας εἰς εὐσέβειαν, ἑτέρῳ τρόπῳ μετοικιζομένων τῶν δικαίων ἐξ εἰσαγωγῆς τῆς παιδεύσεως εἰς τὴν ἑπομένην προκοπήν, καὶ ἐξ ἐκείνης εἰς τὴν διαδεχομένην, μέχρις αὐτοῦ τοῦ τέλους, μεθ' ὃ ἕτερον ἀγαθὸν οὐκ ἔστιν, τυγχάνον ἔσχατον ὀρεκτόν. 3.300 Τούτῳ τῷ τρόπῳ περὶ τῶν μετοικιζομένων ὁ ὑμνῳδὸς λέγει· «Πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν.» 3.301 Μετοικίζονται δὲ καὶ ἀπὸ τῆς σκιᾶς τοῦ νόμου εἰς τὴν ἀλήθειαν αὐτοῦ οἱ ὑπεραναβάντες τὸ ἀποκτεῖνον γράμμα καὶ ἐν τῷ ζωοποιοῦντι Πνεύματι γινόμενοι. 3.302 Ἐπιστατέον εἰ καὶ ἐκ τοῦ ἐκ μέρους γινώσκειν καὶ προφητεύειν μετοικισμὸς διαδέχεται· μαρτυρι´̣α δὲ τῆς μετοικεσίας ἢ παροικήσεως ἔσται, ἀναντιρρήτως ἐνεργουμένης ἐξ ἑαυτῆς ἐχούσης τὴν ἀπόδειξιν. 3.303 Οἱ εἰσαχθέντες ὑπὸ τοῦ Θεοῦ εἰς τὴν Γαλααδῖτιν εἰσάγονται καὶ εἰς τὸν Λίβανον θεοποιηθέντες· θεότητα γὰρ δηλοῖ ὁ Λίβανος ἐν τῷ λεχθέντι ὑπὸ τοῦ θείου νυμφίου πρὸς τὴν συνοικοῦσαν αὐτῷ θείαν νύμφην, τυγχάνουσαν θείαν ψυχὴν κ̣αὶ «ἔνδοξον Ἐκκλησίαν» σφοδρῶς ἡγιασμένην ὡς «μηκέτ' ἔχειν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων»· «Ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λιβάνου.» Ῥηθείη δ' ἂν τοῦτο πρὸς ἕκαστον τῶν θεοποιηθέντων μετοχῇ τοῦ Θεοῦ λόγου, περὶ ὧν εἴρηται ὑπὸ τοῦ Σωτῆρος·