1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

112

«Ἐκείνους θεοὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο.» 3.304 «Ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λιβάνου.» Πληθυντικῶς ἱμάτια αι῾̣ κατ' εἶδος ἀρεταὶ τυγχάνουσιν, οἷς ἐγκαλλωπίζετα̣ι «ἡ παραστᾶσα βασιλὶς ἐκ δεξιῶν» τοῦ παμβασιλέως νυμφίου. 3.305 Εἴρηται σοφοῖς ἀνδράσιν θεότητα δηλοῦν ὃν προσήνεγκαν οἱ μάγοι τῷ ἐκ τῆς Μαρίας τεχθέντι παιδίῳ μετὰ χρυσοῦ καὶ σμύρνης λίβανον, διανοίᾳ τοιαύτῃ· ἐπεὶ Θεὸς ἅμα καὶ ἄνθρωπος, ἀλλὰ καὶ βασιλεὺς ὑπάρχει ὁ τεχθεὶς ἐκ τῆς παρθένου, κατὰ τὸν ὁμολογοῦντα τὴν θεότητα αὐτοῦ ἔστιν λίβανον δῶρον κομίζειν, χρυσὸν δὲ μετὰ τούτου τοῦ λιβάνου προσάγειν διὰ τὸ ὁμολογεῖν αὐτὸν βασιλέα. Εἴρηται γοῦν ἐν ἑβδομηκοστῷ πρώτῳ Ψαλμῷ, καὶ ὅτι βασιλεύς ἐστιν ὁ ἐπιδημήσας καὶ χρυσὸς αὐτῷ προσάγεται, οὕτως· «Ὁ Θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δός», καὶ μεθ' ἕτερα· «Καὶ ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.» 3.306 Ἀληθείᾳ καὶ οὐ δοκήσει ἄνθρωπος γεγονὼς ο῾̣ δ̣ο̣ξολογούμενος διὰ τὸ θνητὸς εἶναι καὶ μέλλειν «χάριτι Θεοῦ ὑπὲρ πάντας γεύεσθαι θανάτου̣», καὶ σμύρνα ἐν τοῖς δώροις προσηνέχθη. ∆ηλοῖ τὸ δώρημα τοῦτο τὸ τετάφθαι τὸν ὑπὲρ πάντων θανόντα. Αὐτίκα γοῦν οἱ ἀμ̣φὶ τὸν Ἰωσὴφ καὶ Νικόδημον ἐσμύρνισαν τὸ κατε̣ν̣εχθὲν ἀπὸ τοῦ σταυροῦ σῶμα τοῦ Ἰησοῦ. 3.307 Εἰσάξαντος τοῦ μεγαλοδώρου Θεοῦ τοὺς λυτρωθέντας ἀπὸ Φαραὼ κα̣ι`̣ τ̣οῦ Ἀσσυρίου εἰς τὴν Γαλααδῖτιν ̣ καὶ τὸν Λίβανον, οὐδεὶς ἔτ̣ι τῶν ἐχθρῶν ὑπολείπεται, οὐ τῷ μηκέτ' εἶναι, -ἀδύνατον γὰρ λογικὴν οὐσίαν εἰς τὸ μὴ ὂν καταστρέψαι, κἂν π̣άντα καὶ μεγάλα ἁμαρτήσῃ καὶ ἀσεβήσῃ, - ἀλλ' εἰς τὸ μηκέτ' εἶναι ἐχθρὸν καὶ ἀντικείμενον τοῖς ὑπὸ Θεοῦ λυτρωθεῖσιν. 3.308 Μάλιστα δὲ τοῦθ' ὑπάρξεται ὅταν «πάντα ἐν πᾶσιν ὁ Θεὸς» γένηται, «πάντων γὰρ καταντησάντων εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ», «κατηρτισμένων τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ», ὑπάρξαντος οὗ εἶπεν ὁ Υἱὸς πρὸς τὸν Πατέρα· «∆ὸς αὐτοῖς ἵνα ὦσιν ἓν ἐν ἡμῖν, καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν.» Πάντων δηλαδὴ ἀπολαβόντων τὸ πλήρωμα τῆς θεότητος, οὐδεὶς ἔτι ὑπολείπεται διῃρημένος τῆς ἑνώσεως ὡς ἔξω καὶ καθ' ἑαυτὸν εἶναι. «Ἀποδράσης γὰρ τότε πάσης λύπης, ὀδύνης, στεναγμοῦ», ἀποδράσεται καὶ τὸ κατὰ ἀριθμὸν πλῆθος, εἰς ἕνα ἄνδρα πάντων καταντησάντων. 3.309 Zach. X, 11-12: Ἐλεύσονται ἐν θαλάσσῃ στενῇ καὶ πατάξουσιν ἐν θαλάσσῃ κύματα, καὶ ξηρανθήσεται πάντα τὰ βάθη ποταμῶν, καὶ ἀφαιρεθήσεται πᾶσα ὕβρις Ἀσσυρίων, καὶ σκῆπτρον Αἰγύπτου περιαιρεθήσεται. Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ κατακαυχήσονται, λέγει Κύριος. 3.310 Συνεχῶς ἐν τοῖς θείοις λόγοις ὁ περὶ γῆν τρόπος καὶ κοσμικὴ διαγωγὴ θάλασσα προσαγορεύεται. Ἡ περὶ τῆς σαγήνης γοῦν εὐαγγελικὴ παραβολὴ οὐδὲν αἰσθητὸν αἰνίττεται, πάντα πρὸς ἀναγωγὴν διαγορ̣εύουσα· ἡ γὰρ βαλλομένη σαγήνη εἰς τὸν ἀνθρώπινον βίον ἐπὶ ἄγρᾳ τῶν ἐν αὐτῇ ἰχθύων, ἀλληγορικῶς οὕτως ὠνομασμένων, ἡ θεόπνευστός ἐστι γραφή, πολυειδῶς πεπλεγμένη ὑπὸ «τῆς πολυποικίλου τοῦ Θεοῦ σοφίας». Θάλασσα δὲ ἡ καθ' ἡμᾶς ἐστι κατάστασις, πλατυνομένη̣ καὶ εὐρυνομένη τοῖς φιληδόνοις κα̣ὶ φιλοπαθέσιν ἐγγύς που τοῦ ἀκινήτου διακειμένοις· οὐδὲ γὰρ φωνὴν ἰχθὺς ἀφίησιν, οὐδὲ τρανὴν ἔχει φαντασίαν, ἐπεὶ μηδὲ αἴσθησιν ἠκριβωμένην. 3.311 Εἰ καὶ οἱ ἰχθύες οἱ ἐννη̣χ̣όμενοι αὐτῇ οὐδὲν ἔχουσιν ἐναργές, διὰ τὸ καταδεὲς τῆς ψυχῆς καὶ αἰσθήσεως αὐτῶν, ἀλλ' οὖν οἱ ἅγιοι ἄνδρες ἁλιεῖς ὄντες καὶ τῶν ἰχθύων ἀγρευταί, ποιοῦσιν ἐργασίαν καὶ ἐν τῷ πλήθει τοῦ ὕδατος τῆς θαλάσσης. Περὶ αὐτῶν γοῦν γέγραπται ἐν θείοις ὕμνοις· «Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν̣ πλοίοις ποιοῦντες ἐργασίαν ἐν ὕδασιν πολλοῖς, αὐτοὶ εἶδον τὰ ἔργα τοῦ Θεοῦ καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ.» 3.312 Καταβαίνουσιν εἰς τὸν κεκυματωμένον ζάλης τε και`̣ ἁλμυρίδος πεπληρωμένον ἀνθρώπων βίον ἐν πλοίοις τοῖς ἀνθρωπίνοις σώμασιν αἱ ψυχαί, ἐπὶ τῷ ποιῆσαι