1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

112

ὕδωρ τοῖς πορευομένοις ἐ<ν> ἀνύδρῳ, ἔδειξε διὰ τίνων δώσει· Ἐπιθήσω γάρ φησι τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. <εἶτα> τῶν ἀρδομένων προλέγει τὰ ἄνθη· 4Καὶ ἀνατε λοῦσιν ὡς ἀνὰ μέσον ὕδατος χόρτος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ. Προλέγει δὲ καὶ τῆς πίστεως αὐτῶν τὴν θερμότητα· 5Οὗτος ἐρεῖ· Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἕτερος ἐπιγράψει τῇ χειρὶ αὐτοῦ Τοῦ- θεοῦ-εἰμι, καὶ ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ βοήσεται. Μαρτυρεῖ δὲ τῇ προφητείᾳ τὰ πράγματα· μετὰ παρρησίας γὰρ τῶν πιστῶν ἕκαστος Χριστιανὸν ἑαυτὸν ὀνομάζει καὶ ἐπὶ ταύτῃ τῇ προσηγορίᾳ σεμνύνεται. 6Οὕτως λέγει κύριος ὁ βασιλεὺς Ἰσραήλ, ὁ ῥυσάμενος αὐτὸν θεὸς Σαβαώθ· Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι θεός. Εἰ πλὴν αὐτοῦ οὐκ ἔστιν, οὐχ ὁμοούσιος δὲ ὁ υἱὸς κατὰ τὴν Ἀρείου καὶ Εὐνομίου βλασφη μίαν, πῶς ἀπ' αὐτῶν καλεῖται θεός; Εἰ δὲ θεός ἐστιν, ἀληθὴς δὲ καὶ ὁ προφητικὸς λόγος ἄντικρυς λέγων ἕτερον μὴ εἶναι θεόν, μία τῆς ἁγίας τριάδος ἡ θεότης ἐστί, κἂν μὴ θέλωσιν. 7Τίς ὥσπερ ἐγώ; Στήτω καὶ καλεσάτω καὶ ἀναγγειλάτω καὶ ἑτοιμασάτω μοι ἀφ' οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀπαγγει λάτωσαν ὑμῖν. Οἱ καλούμενοί φησι παρ' ὑμῶν θεοὶ εἰπά τωσαν ὑμῖν τὰ προγε γενημένα ἢ προειπάτωσαν τὰ ἐσόμενα. 8Μὴ παρακαλύπτεσθε μηδὲ πλανᾶσθε. Οὐκ ἀπ' ἀρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν; Μὴ σκήπτεσθέ φησιν ἄγνοιαν· τοῦτο γὰρ εἶπε· Μὴ παρακαλύπτεσθε. Ἄνωθεν ἐγὼ ὑ μᾶς ἐδίδαξα τὴν ἀλήθειαν, εὐθὺς τῆς νομοθεσίας ἀρξά μενος εἶπον· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» Μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔστι θεὸς πλὴν ἐμοῦ. Ἐξετάσατε τῶν πραγμάτων τὴν φύσιν καὶ ὁ μολογήσατε καὶ ὑμεῖς ἕτερον μὴ εἶναι θεόν. Καὶ οὐκ ἦσαν τότε 9οἱ πλάσσοντες μάταια καὶ οἱ γλύφοντες ἀνωφελῆ, τουτέστιν ἡνίκα ἐνομοθέτουν· μετὰ γὰρ τὴν νομοθεσίαν ἐμοσχοποίησαν. Πάντες μάταιοι οἱ ποιοῦντες τὰ καταθύμια αὐτῶν ἃ οὐκ ὠφελήσει αὐτούς. Καὶ μάρτυρες αὐτῶν εἰσιν. Ἀντὶ τοῦ· ὅτι οὔκ εἰσι θεοί· αὐτοὶ γὰρ αὐτῶν εἰσι δημιουργοί. Οὐκ ὄψονται καὶ οὐ γνώσονται, ἵνα αἰσχυνθῶσιν. Τουτέστιν· ἀναλγησίαν νοσοῦσιν. 10Τίς πλάσσει ἰσχυρὸν καὶ γλυπτὸν χωνεύσει εἰς ἀνωφελῆ; Ἰδοὺ πάντες οἱ κοινωνοῦντες αὐτῷ αἰσχυνθήσονται. Ἔδειξε κατὰ ταὐτὸν καὶ τῶν τεκται νο μένων καὶ τῶν σεβομένων τὴν πλάνην· κοινωνοῦντας γὰρ τοὺς ἀσεβοῦντας ἐκάλεσεν. Καὶ αἰσχυνθήσονται πάντες οἱ πλάσσοντες θεὸν καὶ γλύφοντες ἀνωφελῆ πάντες. 11Καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν καὶ κωφοί εἰσιν ἀπὸ ἀνθρώπων. Καὶ διὰ τούτων τὴν πολλὴν αὐτῶν ἀναισθησίαν διδάσκει, ὅτι ὁρῶντες τὸ ἀκερδὲς προσκυνοῦσιν ὡς εὐεργέτας. Συναχθήτωσαν πάντες καὶ στησάτωσαν ἅμα, ἐντραπή τωσαν καὶ αἰσχυνθήτωσαν ἅμα· τέκτονες γάρ εἰσιν ἀπὸ ἀνθρώπων. Οἱ τῶν καλουμένων θεῶν δημιουργοὶ ἄνθρωποί εἰσι τὴν αὐτὴν φύσιν τοῖς προσκυνοῦσιν ἔχοντες, καὶ ὁ κατασκευά σα ς τοῦτο ὡς θεῷ προσκυνεῖ ἄνθρωπος. 12Ὅτι ὤξυνε τέκτων σίδηρον σκεπάρνῳ, εἰργάσατο αὐτὸ ἐν ἄν θραξι καὶ ἐν τερέτρῳ ἐρρύθμισεν αὐτὸ καὶ ἔστησεν αὐτὸ καὶ εἰργάσατο <αὐτὸ> ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ καὶ πεινάσει καὶ ἀσθενήσει καὶ διψήσει καὶ οὐ μὴ πίῃ ὕδωρ. Ἔδειξεν ἐξ ἐράνου συνισταμένους τοὺς καλουμένους θεούς· δεῖται γὰρ ὁ τούτων δημιουργὸς χαλκέως μὲν εἰς τὴν τῶν |155 a| ὀργάνων κατασκευήν, θηγάνης δὲ ὥστε ταῦτα ὀξύνειν· δεῖται δὲ καὶ ἀνθράκων ὁ χαλκοτύπος καὶ τῆς τοῦ πυρὸς συνεργίας· χρῄζει δὲ καὶ τροφῆς καὶ πόσεως ὁ ταῦτα τεκταινόμενος· ἐκ δὲ τούτων ἁπάντων κατασκευάζεται ὁ προσκυνούμενος ὑπὸ τῶν ἀνοήτων θεός. Ταῦτα καὶ διὰ τῶν ἑξῆς κωμῳδεῖ· ξύλον γάρ φησιν ἐκλεξάμενος τέκτων πρῶτον μὲν ὑποβάλλει μέτρῳ τὸν καλούμενον θεόν-ὁ δὲ ὄντως θεὸς οὐ περιγράφεται μέτρῳ-, εἶτα τῆς τέχνης ὀργάνῳ διαμορφοῖ-ἴδιον δὲ θεοῦ τὸ ἀνείδεόν τε καὶ ἀσχημάτιστον. 13Καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ. Μιμεῖται δὲ οὐ θείους φησὶν ἀλλ' ἀνθρωπείους χαρακτῆρας καὶ ἀνθρωπείαν ἐκτυπῶν εἰκόνα ὡς θεὸν προσκυνεῖ τὴν ἰδίαν εἰκόνα.