1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

113

ἐργασίαν ἐν ὕδασι πολλοῖς, ἁλιεύοντες̣ κυβερνῶντες· ἕκαστος γὰρ τῶν νοημόνων κυβέρνησιν ἐ´̣χ̣ει, ἓν οὖσαν τῶν χαρισμάτων τοῦ ἁγίου Πνεύματος. Εἴρηται γὰρ ὡς «ἡ ἀντίλημψις καὶ ἡ κυβέρνησις» τοῦ ἁγίου Πνεύματός ἐστι δῶρον. Πρὸς τῷ κυβερνήτης εἶναι, ὁ νοήμων καὶ ἁλιεὺς ὑπάρχει, τέχνην ἔχων ἐκείνην περὶ ἧς τοῖς γνωρίμοις Ἰησοῦς εἶπεν· «∆εῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.» 3.313 Οἱ ἐν πολλοῖς ὕδασιν ἐργασίαν ποιοῦντες, τὰ ἔργα Κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ο῾̣ρῶσιν ἐν τῷ βυθῷ, ἐφιστάνοντες ὡς οἷόν τε τοῖς τοῦ Θεοῦ κρίμασιν, ἀβύσσῳ πολλῇ τυγχανούσῃ. Εἰ γὰρ καὶ ἀνεξεραύνητά εἰσιν, ἀλλά γε ἔχοντες τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐραυνοῦν αὐτοῦ τὰ βάθη, ὁρῶσιν ἐν τῷ βυθῷ τὰ θαυμάσια καὶ ἔργα τοῦ Θεοῦ. 3.314 Ὅρα δὲ καὶ ἕτερον ἔργον τῶν εἰς τὴν θάλασσαν καταβάντων, ἐν̣ τῷ προφήτῃ Ἠσαΐᾳ ἀπαγγελλόμενον· «Πετασθήσονται, φησίν, ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύσουσιν», ἀλλόφυλα πλοῖα λέγων τὰ σώματα διὰ τὸ ἑτέρας εἶναι φύσεως παρὰ τὰς ἐμπλεούσας ψυχάς, οὐσίας οὔσας νοέρας καὶ αὐτὸ τοῦτο κατ̣' ει᾿̣κόνα καὶ ὁμοίωσιν Θεοῦ κτισθείσας. Προνομεύουσι δὲ οὗτοι τὴν θάλασσαν, σκυλ̣εύοντες τὸν ἐν αὐτῇ δράκοντα, λαμβάνοντες ἀπ̣' αὐτοῦ ἃς ἠπάτησεν ψυχὰς ἐριστικῇ καὶ ἀπατηλῇ διδασκαλίᾳ. Ὅτι δὲ ὁ δράκων ἐν τῇ θαλάσσῃ διατρίβει, ὁ ὑμνῳδὸς ἐν τρίτῳ καὶ ἑκατοστῷ Ψαλμῷ ἀναφ̣θέγγεται φάσκων· «Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρ̣ος, ἐκεῖ πλοῖα διαπορεύονται, ζῷα μικρὰ μετὰ μεγάλων, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.» 3.315 Ἐπιστατέον ὡς ἐνταῦθα μὲν μεγάλη καὶ εὐρύχωρός ἐστιν ἡ θάλασσα τοῖς μετὰ τοῦ δράκοντος διατρίβουσιν, στενὴ δὲ τοῖς ἔξω αὐτῆς σπεύδουσιν εἶναι. Ὅνπερ γὰρ τρόπον τοῖς δικαίοις στενή ἐστιν ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς τοῖς ἐν τῷ ὀρθῶς πο̣λιτ̣εύεσθαι ζητοῦσιν τὴν ζωὴν αἰώνιον, πλατεῖα πύλη καὶ ευ᾿̣ρύχωρος ὁδὸς ὑπάρχουσα τοῖς φαύλοις καὶ φιληδόνοις, ὡς πολλοὺς περιπίπτειν τῇ ἀπωλείᾳ, οὕτως ἡ ἀλληγορουμένη θάλαττα στενὴ ευ῾̣ρίσκεται «τοῖς ἐν παντὶ θλιβομένοις» διὰ θεοσέβειαν «καὶ μὴ στενοχωρουμένοις», ὡς μετὰ πεποιθήσεως φάναι· «Ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰς τὴν βασιλείαν εἰσελθεῖν.» 3.316 Πατάττεται τῆς ἡρμηνευμένης θαλάττης τὰ κύματα ὑπὸ τοῦ δεσπόζοντος αὐτῆς καὶ τοῦ κρατοῦντος αὐτῆς, πρὸς ὃν κελαδοῦντές φασιν οἱ ἅγιοι· «Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς καταπραΰνεις.» 3.317 Τοῦτο κατώρθωσεν αἰσθητῶς καὶ νοητῶς Ἰησοῦς, ἐπιτιμήσας τῇ ἀφριζούσῃ τῇ θαλάττῃ κατὰ τοῦ ἀποστολικοῦ σκεύους καὶ τῷ ἀνέμῳ τῷ διεγείραντι αὐτῆς τ̣ὰ κύματα, ὡς παραχρῆμα εὐδίαν καὶ αἰθρίαν γενέσθαι, ἠρεμοῦντος τοῦ ὕδατος καὶ ἀέρος. 3.318 Πρὸς τῷ ἐπιτιμηθῆναι τὰ κύματα τῆς θαλάσσης ἀλληγορικῶς, ἠρημώθη καὶ τὰ βάθη τῶν ποταμῶν, περὶ ὧν αὐχῶν ὁ τῆς Αἰγυ´̣πτου βασιλεύς, δράκων ὀνομαζόμενος διὰ τὸ ἰῶδες κ̣αὶ δηλητήριον, κομπάζων εἶπεν· «Ἐμοῦ εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς.» Οἱ πεῖραν λαβόντες τῆς θαλάσσης στενωθείσης, παταχθέντων τῶν κυμάτων αὐτῆς, καὶ τῶν βαθῶν τῶν ξηρανθέντων ποταμῶν, τῷ ταῦτα κατορθώσαντι προσελθόντε̣ς χαριστηρίως ἀναπέμπουσιν ὕμνον, οὕτω λέγοντες· «Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξ̣ηράν, ἐν ποταμῷ διελεύσονται ποδί», ἐρημωθέντων τῶν βαθῶν αὐτῶν δηλονότι καὶ παταχθέντων τῶν κυμάτων τῆς θαλάσσης. 3.319 Τῶν κυμάτων τῆς θαλάσσης παταχθέντων καὶ πάντων τῶν βαθῶν τῶν ποταμῶν ἐρημωθέντων, ἡ τῶν Ἀσσυρίων ὕβρις α᾿̣π̣ο̣λ̣εῖται, καὶ τὸ σκῆπτρον τῆς Αἰγύπτου περιαιρεθήσεται, οὐκέτι βασιλευούσης, καὶ ἡ τῶν Ἀσσυρίων ὕβρις ·······ι̣σχει. Ἀμφοτέρως γὰρ ὕβριζον, τοῦτο μὲν λοίδοροι ὑπάρχοντες, τοῦτο δὲ ἀλαζόνες καὶ καθ' ὑπερηφανίαν ἐξυβρίζοντες. 3.320 Τῶν ἀντικειμένων καταλυθέντων, κατισχύονται ὑπὸ Κυρίου Θεοῦ αὐτῶν οἱ ἐν θαλάσσῃ στενῇ πορευόμενοι, ὡς χαριστηρίως λέγειν ἕκαστον· «Ἰσχύς μου καὶ ἡ