114
ὕμνησίς μου Κύριος, καὶ ἐγένετό μοι Κύριος εἰς σωτηρίαν.» Καὶ ἔτι· «Ἀγαπήσω̣ σε, Κύριε, ἡ ἰσχύς μου.» Ὡσαύτως καὶ ὁ Ἰερε̣μίας πρὸς τὸν Θεόν φησιν· «Ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου, Κύριε ὁ Θεός μου.» Τὰ αὐτὰ τῷ υ῾̣μνῳδῷ καὶ προφήτῃ Ἰερεμίᾳ, καὶ ὁ ἐν Χριστῷ λαλῶν Παῦλος ἐρρωμενέστατα γράφει· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντι.» 3.321 Ἀφαιρεθείσης τῆς ὕβρεως τῶν Ἀσ̣συρίων καὶ τῆς βασιλείας τῶν Αἰγυπτίων καταλυ̣θείσης, τῇ τοῦ εὐεργέτου προσηγορίᾳ ὁπλισάμενοι κατακαυχῶνται κατὰ τῶν ἀνατραπέντων, μόνον οὐχὶ ἕκαστος λέγων· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ δι' οὗ ἐμοὶ κόσμος̣ ἐσταύρωται κἀγὼ κόσμῳ.» Σταυρωθέντος γὰρ τοῦ κόσμου̣ ὡς μηκέτ' ἐνεργεῖν, κωλυόμενον̣ ὅπῃ βούλεται χωρεῖν καὶ πράττειν τὰ αὐτῷ φίλα, σταυροῦται αὐτῷ ὁ Χριστοῦ δοῦλος, ὥστε τῶν ποδῶν καὶ τῶν χειρῶν κ̣ωλυθέντων ἔτι ἐνεργεῖν, ἀνεμεσήτως καυχήσεται φάσκων· «Χριστῷ συνεσταύρωμαι.» 3.322 Ὁ ταύτην τὴν πεποίθησιν γενναίως ἔχων ἐν Χριστῷ καυχᾶται κατὰ τὸ λεχθέν· «Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω», οὐ καυχώμενος ἐπ' οὐδενὶ ὧν ἰδίων ἔχειν δύναται ψυχ̣ικῷ, οὐ σωματικῷ, οὐδὲ τῶν ἐκτός τινι. Ἀπη̣γόρευται γὰρ τα̣ῦτα πάντα· «Μὴ καυχάσθω γάρ, φησίν, ὁ σοφὸς ἐπὶ τῇ σοφίᾳ αὐτοῦ, μηδὲ ὁ ἰσχυρὸς ἐπὶ τῇ ἰσχύϊ αὐτ̣ο̣ῦ, μηδὲ ὁ πλ̣ούσιος ἐπὶ τῷ πλούτῳ αὐτοῦ, ἀλλ' ἢ ἐν τούτῳ καυχάσ̣θω ὁ καυχώμενος, συνίειν καὶ εἰδέναι τὸν Κύριον καὶ ποιεῖν ἔλεον καὶ κρίμα ἐν μέσῳ τῆς γῆς.» 3.323 Ταύτην τὴν φωνὴν καὶ ἡ μήτηρ τοῦ προφήτου Σαμουὴλ ἐπὶ τῷ τοκετῷ τοῦ παρὰ προσδοκίαν γεναμένου τέκνου εὐχαριστοῦσα ἀνέπεμψεν, μόνον ἐναλλάξασα ἀντὶ τῆς σοφίας φρόνησιν. 3.324 Ὑπάρξεται δὲ καὶ ἡμῖν θεόθεν ἀνδραγαθήματα ἵν' εὐχαριστήσωμεν τῷ ὀρέξαντι αὐτὰ ὑπάρχοντι μεγαλοδώρῳ. 3.325 Αὐτάρκως̣ περιγραφέντος καὶ τοῦ τρίτου λόγου τοῦ εἰς πρ̣οφήτην Ζαχαρίαν, αὐτοῦ που καταπαύσωμεν παρακαλοῦντες τὸν ὁράσεις πληθύνοντα Θεὸν «δοῦναι λόγον ἐν ἀνοίξει τοῦ στόματος», πρὸς το`̣ καὶ τὰ ἑξῆς ω῾̣ς οἷόν τε σαφηνίσαι, ἐὰν αὐτῷ δοκῇ.
4.τ 1Τόμος ∆ʹ 1 4.1 Ὁ κατὰ Θεὸν σοφὸς διηρθρωμένην νόησιν καὶ πάνυ ἠκριβωμένην ἔχων
«νοεῖ παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε ἀνδρῶν συνετῶν καὶ αἰνίγματα». Οἱ λόγοι δὲ μετ' ἐπικρύψεως ·· ἀπαγγελλόμενοι τυγχάνουσιν αἰνίγματα. Αὐτίκα γοῦν καὶ ἡ προκειμένη τοῦ προφήτου λέξις αἰνιγματωδῶς προφερομένη ἐπικεκρυμμένην διδασκαλίαν προφέρει. ···· αἴνιγμά ἐστιν τό· «∆ιάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου.» 4.2 Οὐ γὰρ πρὸς τὸ αἰσθητὸν ὄρος ἄψυχον ὑπάρχον καὶ ξύλα τὰ ἐν αὐτῷ ἐξ αἰσθήσεως καὶ φαντασίας ········τα πρόσταξις γίνεται ἵνα αἱ θύραι τοῦ Λιβάνου διανοίγωνται καὶ ὀλολύξωσιν αἱ πίτυες κέδρων πεπτωκότων, ἀλλὰ ··· πρὸς ἀνθρώπους ἀλαζόνας καὶ ὑπερηφάνους πιπτομένους ἐν ἀθεμίστῳ εἰδωλολατρείᾳ τῇ πρὸς «τοὺς ἄρχοντας τούτου τοῦ αἰῶνος». 4.3 Ἄσαρκοι α̣ι῾̣ δ̣υ̣ν̣α´̣μ̣ε̣ι̣ς̣ κ··· σ̣ο̣φ̣ι´̣α̣ ···· μ̣ι̣κ·· ἐπαγγελλόμ̣ε̣ν̣α̣ι̣ εν···· ···········νο̣ειν····φ·ον τὰ θνητὰ λογικὰ ζῷα καὶ τὰ ἄλλα λογικὰ ἀγόμενα λόγῳ ζῷα. Ὅτε δὲ δένδρα καὶ ἄγρι̣α̣ ξ̣υ´̣λ̣α̣ ····ο̣ρ̣ι̣·ε̣ν̣··μ̣η̣σ̣υ̣ν̣·ε̣·σ̣·α̣ι̣ ὁ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γενόμενος ἄνθρωπος ἣν ἔσχε τιμὴν παρὰ τοῦ κτίσαντος 4.4 σ̣υ̣ν̣ε̣β̣λ̣η´̣θ̣η̣ τ̣ο̣ι῀̣ς̣ κ̣τ̣η´̣νεσιν τοῖς ἀνο̣η´̣τ̣ο̣ι̣ς̣ ······ Θ̣ε̣ο`̣ς̣ ··αι··νεις̣ καὶ φιληδόνους εξ··εσχον ἐμπαθη`̣ς̣ ····· ε̣·····τ̣·μ̣α̣χ̣ω̣····ι̣ο̣···α̣ζ̣ω̣·········λε̣τ̣ε̣ εκτ······ τῶν το̣ι̣ούτων ὁ προφητικὸς λόγος φησίν· «Ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ χρεμετίζει», πάσης θείας ····ε······εντ̣ες, καὶ τοῦ προστάττοντος θείου λογίου· 4.5 «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος οἷς οὐκ ἔστιν