1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

115

σύνεσις», τυγχάνοντος ἵππου κατ' ἀναγωγὴν τοῦ φθείροντος ἀλλοτρίους γάμους καὶ γυναιξὶν ἀλλοτρίαις μανικῶς ἐπιβαίνοντος. Ὁ πρὸς τὰ καλὰ ἐστειρωμένος ἄγο̣ν̣ος ἀποδειχθείς, ἡμίονος κεκλήσεται, καὶ μάλιστα ἡ παρθενίαν ἐπαγγελλομένη ψυχὴ ἄνευ θείας σ̣υνέσεως. Ἡ γ̣α`̣ρ ····γ̣ο̣ρ̣ια ἀ´̣ν̣θ̣ρ̣ω̣π̣ο̣ς̣ μωρά τις̣ οὖσα, κἂν δοκῇ σώματι καθαρεύειν, η῾̣μ̣ι´̣ο̣νος ἀλλ' οὐ νύμφη τοῦ Λόγου τυγχάνει. 4.6 Ἔστιν ὀνο´̣μ̣ατα πολλὰ ζ̣ῴων ψεκτῶς ἀνθρώποις ἐφαρμοζόμενα, ὄνων καὶ καμήλων ἐν δίκῃ καλουμένων τῶν τα`̣ ἄχθη τ̣η῀̣ς̣ κακίας̣ φ̣ερόντων, ἐπιβαλλόντων αὐτὰ δαιμόνων ἀλιτηρίων καὶ δυνάμεων ἀντικειμ̣ένων. Περὶ τῶν τοιούτων θεολημπτούμενος ὁ μέγας προφήτης Ἠσαΐας ·········νου καὶ ἀσπίδων γενήματα φέρειν «τὸν πλοῦτον αὐτῶν ἐπὶ ὄνων καὶ καμήλων» εἶπεν. 4.7 Οὐ γὰρ ἱστορικὰ τὰ οὕτως ἀπαγγελλόμενα κατ' ἀναγωγὴν ἔχοντα τὴν νόησιν. Καὶ ὁ Σωτήρ, προστάττων τοῖς ἑαυτοῦ μαθηταῖς «τὸ ἅγιον κυσὶν μὴ διδόναι μηδὲ τὰς μαργαρίτας χοίροις παραβάλλειν», ἀλληγορικῶς τὴν πρόσταξιν δίδωσιν. Κύνες γὰρ καὶ χοῖροι οἱ κόλακες καὶ φιλήδονοι καταχαίροντες τοῖς ἀκολάσ̣τ̣ο̣ι̣ς̣ ·········θ̣ι̣ας βορβόροις. 4.8 Ἔστι γὰρ ὁ κύων κατωφερὲς ζῷον ἀναιδῶς μετ' οἴστρου ἐπιμαινο´̣μ̣ενον τ̣α̣ι῀̣ς̣ ο᾿̣χ̣ε̣ι´̣α̣ι̣ς̣, κολ̣α̣κευτικὸν δὲ καὶ ὑλακτικόν. Ἢ οὐχ ὑλακτεῖ ὁ λοιδορῶν τὸν πέλας, τρόπον τινὰ βομβύζων ταῖς κατηγορίαις; Περὶ τῶν τοιούτων ἀνθρώπων ὁ μεγαλοβοήσας Ἠσαΐας κέκραγεν· «Πάντες κύνες ἐνεοί, οὐκ εἰδότες σύνεσιν καί εἰσιν πονηροί.» Ὡς οὖν οἱ τοιοῦτοι κύνες εἰσίν, πρὸς τοῖς ἑτέροις κακοῖς ἔχοντες καὶ τοὺς ἐμέτο̣υ̣ς̣ πάλιν οὓς ἀποβεβλήκασιν αὖθις ἐσθίειν, χοῖροι εἶεν οἱ λουόμενοι ἀπὸ τῶν ἐμπαθῶν βορβόρων καὶ αὖθις αὐτοῖς ἐγκαλινδούμενοι. 4.9 Περὶ τῶν οὕτως γνώμης ἐχόντων γράφ̣ει ὁ μέγας Χριστοῦ μαθητὴς Πέτρος οὕτως· «Κρεῖττον ἦν αὐτοῖς μὴ ἐγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν ἀνακάμψαι εἰς τὰ ὀπίσω ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Συνέβη αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί· ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» 4.10 Τοῖς τοιούτοις ἀνθρώποις ἀπεῖπεν τὸ ἅγιον διδόναι ὁ Σωτὴρ διὰ τὸ ἐπ̣ι̣στρε´̣φειν ἐφ' ἣν̣ ἤμεσαν κακίαν, μετὰ δῆθεν μετανοίας ὑπόστροφοι γινόμενοι πρὸς τὴν ἀπέβαλον ἁμαρτίαν. Ὥσπερ δὴ τούτοις οὐ δεῖ κοινωνεῖν μεταδιδόντ̣α̣ α̣υ᾿̣τ̣ο̣ι῀̣ς̣ τῆς ἁγίας γνώσεως τῶν μυστηρίων τῆς̣ β̣ασιλείας τῶν οὐρανῶν, οὕτως οὐδὲ χοίροις παραβάλλειν π̣ρ̣ο̣σήκ̣ει̣ τοὺς θείους μαργαρίτας, τῶν σοφῶν δ' εἰσὶ λόγοι, κοσμοῦντες τὸν ἔσω ἄνθρωπον καὶ τὰ ὦτα αὐτοῦ. 4.11 Ἢ οὐκ ἐγκαλλωπίζεται τούτοις ὁ πειθαρχῶν τῷ λέγοντι· «Λόγοις σοφῶν παράβαλλε σὸν οὖς», καὶ τῷ φάσκοντι Θεῷ Λόγῳ· «Κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήμ̣ατα τοῦ στόματός μου»; Τοὺς οὕτω τιμαλφεστάτους καλοὺς μαργαρίτας οὓς ὁ τῆς βασιλείας ἔμπορος ζητεῖ καὶ θηρεύει οὐ δεῖ παραβάλλειν τοῖς ἡρμηνευμένοις χοίροις τὸν κεκτημένον αὐτούς, ἵνα μὴ καταπατήσωσιν, τὴν χρῆσιν καὶ τὸ κάλλος αὐτῶν ἠγνοηκότες. 4.12 Αὐτάρκως μαρτυρίων παρατεθέντων πρὸς δεῖξιν τοῦ παραβεβλῆσθαι τοὺς ἀνθρώπους ψεκτῶς κτήνεσιν ἀνοήτοις, ἐκθετέον λοιπὸν γραφὰς παριστάσας ὡς καὶ ἐπαινετῶς ὁμοιοῦνται ἤθεσιν καὶ κινήμασιν ἐνίων ζῴων οἱ ἄνθρωποι. Ἢ οὐχ οὗτοι αὐτοὶ τυγχάνουσιν περὶ ὧν ὁ Σωτήρ· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούουσιν», καὶ πάλιν· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων»; 4.13 Πρόβατα Χριστοῦ εἰσιν οἱ εὐστάθειαν καὶ πραότητα κατορθοῦντες, ἐξ ὧν ποίμνιον συμπληροῦται, περὶ οὗ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου φησίν· «Καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος.» 4.14 Κατὰ τοιαύτην ἀναγωγὴν «τὸ τῆς ἐκλογῆς σκεῦος», ὁ ἐν Χριστῷ λαλῶν Παῦλος, ἐξέλαβεν τὸν «οὐ φιμώσεις βοῦν ἀλοῶντα» νόμον, μετὰ τὸ ἐκθέσθαι αὐτὸν ἐπενεγκών· «Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ἢ πάντως περὶ ἡμῶν λέγει», τῶν ἀποστόλων δηλονότι; «ὅτι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι τοῦ