1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

115

βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται· 2ἐγὼ ἔμπροσθεν αὐτοῦ πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, πύλας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω. ∆ιὰ πάντων τῶν εἰρημένων ἐδίδαξεν ὡς καὶ προὐβάλετο βασιλέα τὸν Κῦρον καὶ ῥοπὴν αὐτῷ δέδωκεν εἰς τὴν τῆς δυναστείας κατόρθωσιν καὶ πεποίηκεν εὐμαρῆ τὰ φαινόμενα δύσπορα, τὸ γάρ· Ὄρη ὁμαλιῶ καὶ πύλας χαλκᾶς συντρίψω, τοῦτο σημαίν ει . 3Καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους ἀοράτους ἀνοίξω σοι. Τουτέστι τοὺς τῶν Βαβυλωνίων, οὓς ὁ Ναβου χοδονόσορ καὶ οἱ λοιποὶ συναθροίσαντες ἔκρυψαν βασιλεῖς. Ἵνα γνῷς ὅτι ἐγὼ κύριος ὁ θεὸς ὁ καλῶν τὸ ὄνομά σου. Ἄνωθεν καὶ πρὸ πολλῶν γενεῶν ἐγώ σοι τέθεικα τὴν προσηγορίαν. Καὶ διδάσκων, τίς ὁ ταῦτα ποιήσας , ἐπή γαγεν· Θεὸς τοῦ Ἰσραήλ. Ἐπειδὴ γὰρ πολλοὺς εἶναι θεοὺς ὑπελάμβανον οἱ πλανώμενοι, δείκνυσιν ἑαυτὸν δ ιὰ τῶν προσκυνούντων. Εἶτα διδάσκει τὴν τῆς πολλῆς προμηθείας αἰτίαν· 4Ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦμου ἐγὼ ἐκάλεσά σε τῷ ὀνόματί μου καὶ προσδέξομαί σε. Τὸ ἐμόν σοί φησιν ἐπι τεθήσεται ὄ νομα καί, ὃ μέλλω λαμβάνειν τὴν ἀνθρωπείαν φύσιν ἀναλαμβάνων, τούτῳ σὲ πρῶτον ὠνόμασα. ∆ιδάσκει δὲ ἡμᾶς ὁ προφητικὸς λόγος σαφῶς ὡς <ἔστιν ὁ> μονογενὴς τοῦ θεοῦ λόγος ὁ ταῦτα διαλεγόμενος· αὐτὸς γὰρ ἐ ξαιρέτως ὠνομάσθη χριστός. Σὺ δὲ οὐκ ἔγνως με 5ὅτι ἐγὼ κύριος ὁ θεὸς καὶ οὐκ ἔστι πλὴν ἐμοῦ θεός. Ἐνίσχυσά σε, καὶ οὐκ ᾔδεις με. Τῇ γὰρ τῶν εἰδώλων καὶ αὐτὸς ἐδούλευε πλάνῃ· καὶ παρὰ τοῦ θεοῦ τῶν ὅλων τὴν βασιλείαν δεξ άμενος καὶ τοσαύτης ἐπικουρίας τυχὼν οὐκ ἔγνω τὸν τῶν ἀγαθῶν χορηγόν, ἀλλ' ὅμως αὐτὸν καὶ πλανώμενον τούτ ων ἁπ άντων ἠξίωσεν, ὑπουργὸν αὐτὸν τῆς τῶν Βαβυλωνίων τιμωρίας καὶ τῆς τοῦ Ἰσραὴλ ἐλευθερίας χει ροτ ονήσας . Ἔνια μέντοι τῶν ἀντιγράφων οὕτως εὗρον ἔχοντα· «Σὺ δὲ Ἰσραὴλ οὐκ ἔγνως με.» Ἀλλ' οὔτε παρὰ τ ῷ Ἑ βραίῳ τὸ Ἰσραὴλ κείμενονεὗρον οὔτε παρὰ τοῖς Ἄλλοις Ἑρμηνευταῖς οὔτε παρὰ τοῖς Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ. Καὶ μάλα εἰκότως· οὐ γὰρ τοῦ Ἰσραὴλ ἐνταῦθα τὴν ἄγνοιαν ἀλλὰ τοῦ Κύρου κατηγορεῖ. Εἶτα καὶ τὴν αἰτίαν τῆς τῶν Ἰουδαίων ἐλευθερίας διδάσκει· 6Ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν αὐτοῦ ὅτι οὐκ ἔστι πλὴν ἐμοῦ. Οἱ γὰρ ἀκούσαντες τὴν καινὴν ἐκείνην καὶ παράδοξον ἄφεσιν καὶ τὴν ἔντιμον ἐπά νοδον καὶ τῆς Ἱερουσαλὴμ τὴν οἰκοδομίαν καὶ τοὺς περὶ ταύτης τοῦ Κύρου νόμους ἐμάνθανον μόνον ἀληθῶς ὄντα θεὸν τὸν τῶν Ἰουδαίων θεόν. Ἐγὼ κύριος ὁ θεὸς καὶ οὐκ ἔστιν ἔτι. Μόνος γὰρ αὐτὸς δεσπότης. 7Ἐγὼ ὁ ποιήσας φῶς καὶ κατασκευάσας σκότος. Φῶς ἐνταῦθα τὰ θυμήρη καλεῖ· τὴν τῆς δουλείας ἀπαλλαγὴν καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἐπάνοδον, σκότος δὲ τὰ σκυθρωπά· τὴν πολιορκίαν, τὸν ἀνδραποδισμόν, τὴν δουλείαν. Ἀμφότερά φησιν ἐγὼ πεποίηκα, καὶ ταῦτα κἀκεῖνα· ἐγὼ καὶ τῷ Ναβουχοδονόςορ εἰς τιμωρίαν ἐχρησάμην καὶ τὸν Κῦρον τῆς ἐλευθερίας ὑπουργὸν προεβα λόμην. Καὶ ὡς καὶ φωτός εἰμι καὶ σκότους δημιουργὸς καὶ τούτων ἑκάτερον διὰ τὴν τῶν ἀνθρώπων παρήγαγον χρείαν, οὕτω |156 b| καὶ τὴν δουλείαν τοῦ Ἰσραὴλ εἰς ὠφέλειαν ἐπήγαγον καὶ τὴν ἐλευθερίαν διὰ φιλανθρωπίαν ἐδωρησάμην. Ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά, ἐγὼ κύριος ὁ θεὸς ὁ ποιῶν πάντα ταῦτα. Σαφῶς ἐδίδαξε τί προσηγόρευσε σκότος καὶ φῶς· τὴν γὰρ εἰρήνην φῶς ὠνόμασε, τὰ δὲ δοκοῦντα κακὰ σκότος. Κακὰ δὲ αὐτὰ κέκληκεν οὐχ ὡς φύσει κακὰ ἀλλ' ὡς οὕτως ὑπὸ τῶν ἀνθρώπων νομιζόμενα. Εἰώθαμεν γὰρ λέγειν· Κακὴν εἶδον σήμερον ἡμέραν, οὐκ ἐπειδὴ ἡ ἡμέρα εἰς ἑτέραν τινὰ μετεβλήθη φύσιν, ἀλλ' ἐπειδὴ ἐν αὐτῇ συνέβη τὰ λυπηρά. Εἶτα δεικνὺς τὴν τῶν προηγορευμένων ἀλήθειαν πάλιν τὴν κτίσιν εἰς κοινωνίαν τῆς εὐ φρο σύνης καλεῖ· 8Εὐφραν θήτω ὁ οὐρανὸς ἄνωθεν, αἱ ἐπουράνιαι δυνάμεις αἱ τῇ τῶν ἀνθρώπων συνηδόμεναι σωτηρίᾳ. Καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. Ἀπειλῶν πρόσθεν ἔφη· «Ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν ὑετόν», καὶ ἐδείξαμεν ἑρμηνεύοντες τοὺς προφήτας οὕτως ὠνο