116
μασμένους. Ἐνταῦθα τοίν υν τούτους ὁ λόγος παρεγγυᾷ καθάπερ τινὰ ὑετὸν τὸν περὶ τῆς δικαιοσύνης προσφέρειν λόγον. Ἑωρά κασι δὲ μετὰ τὴν ἐπάνοδον προφήτας Ἀγγαῖον καὶ Ζαχαρίαν καὶ Μαλαχίαν. Ἀνατειλάτω ἡ γῆ ἔλεον καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα. Προσήκει γὰρ καὶ τοὺς τῆς τοιαύτης ἀρδείας ἀπολαύοντας προσφέρειν καρποὺς τῇ ἀρδείᾳ συμβαίνοντας· ἡ δὲ ἀρδεία τοὺς περὶ δικαιοσύνης προσέφερε λόγους· διὰ τοῦτο αὐτοὺς κ αρποὺς ἀπαιτεῖ δικαιοσύνης καὶ ἔλεον. Γῆν γὰρ τοὺς τὴν γῆν κατοικοῦντας ἐκάλεσεν. Ἐγώ εἰμι κύριος ὁ κτίσας σε. Ἐγὼ γάρ σε καὶ τὴν ἀρχὴν εἰς τὸ εἶναι παρήγαγον. 9Ποιῶν βέλτιον κατεσκεύασά σε ὡς πηλὸν κεραμέως. Καθάπερ φησὶν ὁ κερ αμεὺς τὸ πήλινον σκεῦος συντριβόμενον ἀναπλάττει, οὕτως ἐγώ σε ποιήσω τῆς προτέρας ἀμεί<ν>ονα. Μὴ ὅλην τὴν ἡμέραν ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν; Ἀντὶ τοῦ· οὐ διὰ παντὸς προσήκει τὴν παιδείαν προσφέρειν, οὐδὲ γὰρ ὁ γεωργὸς ἀεὶ τὴν γῆν ἀνατέμνει. Οὐαὶ ὁ κρινόμενος μετὰ τοῦ πλάσαντος αὐτόν. Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ· Τί ποιεῖς; Τί οὐκ ἐργάζῃ καὶ τὸ ἔργον <οὐκ ἔχεις> εἰς χεῖρας; Μὴ ἀποκριθήσεται τὸ πλάσμα πρὸς τὸν πλάσαντα αὐτό; Ἐπειδὴ γὰρ καὶ τηνικαῦτα ἦσαν πολλοὶ καὶ νῦν δὲ ὡσ αύτω ς εἰσὶ τὴν θείαν περιεργαζόμενοι πρόνοιαν καὶ πολυπραγμονεῖν πειρώμενοι διὰ τί πόλεμοι γίγνο νται διὰ τί γῆς ἀκαρπίαι διὰ τί θάνατοι ἄωροι καὶ ὅσα τοιαῦτα, εἰκότως πρῶτον μὲν ἐθρήνη σε τοὺς εὐθύνας ἀπαιτοῦντας τῶν ὅλων τὸν ποιητήν, εἶτα τῇ εἰκόνι τοῦ πηλοῦ καὶ τοῦ κεραμέως ἱκανῶς αὐτοὺς ἐπεστόμισεν· ὥσπερ γὰρ ὁ πηλὸς τὸν πηλουργὸν ἀργίας καὶ ἐργασίας εὐθύν ας οὐκ ἀπαιτεῖ, οὕτως οὐδὲ ὑμᾶς προσήκει τὰ θεῖα περιεργάζεσθαι· ὅπερ γὰρ πηλός, τοῦ το ὑ μεῖς· ἐγὼ δὲ πρὸς τὸν κεραμέα πλείστην ὅσην ἔχω διαφοράν· ὁ μὲν γὰρ κεραμεύς, εἰ καὶ ποιητής ἐστι τοῦ πηλίνου σκεύους, ἀλλ' αὐτὸς πρωτο γενὴς τοῦ πηλοῦ· ἐγὼ δὲ ἄκτιστον ἔχω τὴν φύσιν. Ἀλλ' ὅμως ὁ μὲν πηλὸς οὐ φθέγγεται, ἀλ λ' ἀνέ χε ται τὴν διάπλασιν ἣν ἂν ὁ κεραμεὺς ἐπιθεῖναι θελήσῃ· ὑμεῖς δὲ τῆς ἐμῆς προνοίας κατα φρονεῖτε . 10Οὐαὶ ὁ λέγων τῷ πατρί· Τί γεννήσεις; καὶ τῇ μητρί· Τί ὠδίνεις; Εἰς ἑτέραν πάλιν εἰκόνα μετέβα λε τὸν λόγον, τῆς βλ ασφημίας δεικνὺς τὴν ὑπερβολήν. Εἰ γὰρ ὁ τοῖς πατράσιν ἀντιλέγων παράνομός ἐστι , ποία ς τεύξεται τι μωρίας ὁ κατὰ τοῦ ποιητοῦ τὴν γλῶτταν κινῶν; 11Ὅτι οὕτως λέγει κύριος ὁ θεὸς ὁ ἅγιος τοῦ Ἰσραήλ, ὁ πλάσας αὐτόν, ὁ ποιήσας τὰ ἐπερχόμενα. Ἔδειξεν αὐτὸν πλάστην καὶ δημιουργόν, τοὺς ἀχαρί στους ἐντρέ πων. ∆ιδάσκει δὲ ὡς καὶ αὐτὸς ἄνωθεν προώρισε τὴν ἐσομένην τῶν αἰχμαλώτων ἐλευθερίαν· τοῦτο γὰρ δηλοῖ τό· Ὁ ποιήσας τὰ ἐπερχό μενα. Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ τῶν θυγατέρων μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ με. Κατ' εἰρωνείαν ταῦτα τέθεικεν. Ἐπειδή φησι περιεργάζε σθέ μου τὴν πρόνοιαν, δότε μοι βουλήν, εἰσενέγκατε εἰσήγησιν περὶ τῆς τοῦ λαοῦ μου ἐλευθερίας. Υἱοὺς δὲ καὶ θυγατέρας τὸν Ἰσραὴλ ὠνόμασεν. Εἶτα διὰ τῆς κτίσεως τὴν οἰκείαν δείκνυσι σοφίαν καὶ δύναμιν · 12Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ |157 a| πᾶσι τοῖς ἄστροις ἐνετειλάμην φαίνειν. Ἴδετε τῶν ὁρωμένων τὸ κάλλος, τὴν θέσιν, τὴν τάξιν, τὴν ποικιλίαν· ἐγὼ τούτων ἁπάντων δημιουργός. Τὴν δὲ χεῖρα θεοπρεπῶς νοήσωμεν μὴ σωματικὸν μόριον ἀλλὰ τὴν θείαν ἐνέργειαν. 13Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε κύριος Σαβαώθ. Ταῦτα οἱ Τρεῖς οὕτως ἡρμήνευσαν· «Ἐγὼ ἐξήγειρα αὐτὸν ἐν δικαιοσύνῃ καὶ πάσας τὰς ὁδοὺς αὐτοῦ εὐθυνῶ· αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν ἀποίκησίν μου ἐκπέμψει οὐκ ἐν ἀλλάγματι οὐδὲ ἐν δώροις, λέγει κύριος τῶν δυνά μεων.» Περὶ τοῦ Κύρου καὶ ταῦτα ἔφη. Καὶ ἀκριβέστερον ἠκολούθησαν οἱ Τρεῖς τῇ τοῦ Ἑβραίου διανοίᾳ ὅτι· Τὰς ὁδοὺς αὐτοῦ εὐθυνῶ, τουτέστι· Πολλὴν αὐτῷ παρέξω εἰς κατόρθωσιν εὐκολίαν. Οὐ γὰρ τοῦ Κύρου πᾶσαι αἱ ὁδοὶ εὐθεῖαι, ἀλλ' αὐτὸς ὁ θεὸς