117
κέδροι προσαγορεύονται, πιτύων ὀνομαζομένων τῶν ὑπ' αὐτῶν ἐνεργουμένων ἀνθρώπων, ἑτεροδόξων καὶ σοφῶν τοῦ κόσμου τούτου καὶ τοῦ αἰῶνος. 4.26 Λύεται τὸ αἰνιγματωδῶς εἰρημένον διὰ τῆς ἑπομένης λέξεως οὕτως ἐχούσης· «Μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν.» Οὗτοι δ' εἰσὶν οἱ ἐπὶ ἀρχῇ ὀγκυλλόμενοι, οὐκ ἄνθρωποι μόνοι, ἀλλὰ καὶ οἱ ἄσαρκοι ἄρχοντες τούτου τοῦ αἰῶνος. 4.27 Περὶ τούτων τῶν ἀλαζονικῶς ἡγουμένων, καὶ ἐν Ναοὺμ τῷ προφήτῃ-ἕβδομος δ' οὗτος ὑπάρχει τῶν ∆ώδεκα Προφητῶν -εἴρηται τῇ Νινευῇ· «Καὶ ἐπὶ τὰ ἔνδοξά σου βαλοῦσιν κλῆρον καὶ πάντες οἱ μεγιστᾶνές σου δεθήσονται χειροπέδαις», ὅπως μὴ εὐλύτοις καὶ χερσὶν μὴ ἐμποδιζομέναις πράττωσιν τὰ ἀπηγορευμένα· πρὸς ἀγαθοῦ γάρ ἐστι τὸ ἐμποδίζεσθαι «τὰς ἀδικίας συμπλεκούσας χεῖρας». 4.28 Ταλαιπωρησάντων μεγάλως τῶν τῆς Βασανίτιδος δρυῶν, κατασπᾶται ὁ σύμφυτος δρυμός· δρυμὸς δ' ἐστὶν τόπος ἀγρίων ξύλων καρπὸν τρόφιμον ο̣υ᾿̣ φερόντων. Κατασπᾶται δ' οὗτος, ἀναλισκομένης ὑπὸ πυρὸς τῆς πεπυκνωμένης αὐτοῦ φυτείας. 4.29 ∆ρύες ὀλολύζουσαι οὐκ ἄψυχα φυτὰ τυγχάνουσιν, ἀλλὰ κατὰ ἀλληγορίαν ἀναγόμεναι ψυχαὶ ἀνθρώπων οὖσαι καὶ ἀντικείμεναι δυνάμεις. 4.30 Οὐκ ἀγνοητέον ὅτι αἱ αἰσθηταὶ δρύες ὁτὲ μὲν πάντα τὰ ξύλα σημαίνουσιν, ὁτὲ δὲ εἶδός τι ξύλου. Ὅταν γὰρ πάντα τὰ ξύλα δρύας καλῶμεν, τὸν τέμνοντα αὐτὰ δρυοτόμον καὶ τὰ ἐξ αὐτῶν κατασκευαζόμενα δρύϊνά φαμεν, ἀφ' οὗ σημαινομένου τὰς δετὰς πλόκας δρυφάκτους ὀνομάζομεν καὶ τῶν δένδρων τοὺς καρποὺς ἀκρόδρυα. Πρὸς τῷ γενικῶς ὀνομαζομένῳ, ἔστιν τι εἶδος ξύλου δρῦς τυγχάνον, ὡς ἕτερον κυπάρισσος, ἐλάτη, πύξος. 4.31 Αἱ θύραι τοῦ Λιβάνου ἃς διανοιχθῆναι προστάττει ὁ θεῖος λόγος ψεκταὶ τυγχάνουσαι, αἱ αὐταί εἰσιν ταῖς τοῦ θανάτου, περὶ ὧν ἐν ἐνάτῳ Ψαλμῷ ὁ ὑμνῳδὸς περὶ τοῦ Θεοῦ φησιν· «Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.» Περὶ τούτων ὡς οὐσῶν τῆς κακίας προστάττεται τῷ σοφῷ παροιμιωδῶς· «Μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς», καὶ ἔτι περὶ πάσης ψευδοδοξίας καὶ ἀσεβείας· «Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην· ἐκάθισεν γὰρ ἐπὶ δίφρου ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου, ἐμφανῶς εἰς τὰς πλατείας προσκαλουμένη τοὺς παριόντας.» 4.32 Τούτων τῶν θυρῶν ὁ μακρυνθεὶς κόπτει τὰς θύρας περὶ ὧν εἶπεν ὁ Σωτήρ· «Κρούετε καὶ ἀνοιγήσεται ὑμῖν», περὶ ὧν ἡ σοφία ἐν Παροιμίαις φησίν· «Μακάριος ἀνὴρ ὃς εἰσακούσεταί μου, καὶ ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει, ἀγρυπνῶν ἐπ' ἐμαῖς θύραις καθ' ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων.» 4.33 Ὁ πρὸς ταύταις ταῖς θύραις καθ' ἡμέραν ἀγρυπνῶν οὐκ ἐγγίζει πρὸς ταῖς θύραις τῆς προσωποποιουμένης πόρνης καὶ ἄφρονος γυναικός, οὐδὲ ταῖς τοῦ Λιβάνου ἃς διανοίγειν προσήκει, καταλυομένης τῆς δοκούσης ἀσφαλείας, ἵνα τὰ ἔνδον ἀποκείμενα φάνῃ οἵαν ἀμορφίαν ἔχουσιν, μισηθῇ καὶ ἐγκαταλειφθῇ, οὐδενὸς νήφοντος ὁρᾶν αὐτὰ θέλοντος. 4.34 Ὅτι δὲ τὰ ῥηθέντα περὶ διαφόρων ξύλων οὐ περὶ α᾿̣ψ̣υ´̣χων εἴρηται, καὶ ἐκ πολλῶν μὲν γραφῶν καὶ μάλιστα προφητικῶν ἔστι θεωρῆσαι, ὧν ἔκθεσις ἤδη ἀπὸ μέρους γέγονεν· ἀρκεῖ δὲ ἑνὸς ἐπιμνησθῆναι τοῦ προφήτου Ἰεζεκιήλ, ὡσπερεὶ ξύλων ὄντων Φαραὼ καὶ Ἀσσούρ. Πονηραὶ δὲ δυνάμεις οὗτοι, ὁ μὲν τῆς Αἰγύπτου, ὁ δὲ τῆς Ἀσσυρίας τύραννοι, ἔχοντες ῥίζας καὶ παραφυάδας ὑψωθείσας ἀφ' ὕδατος πολλοῦ, οὕσπερ ἐζήλωσεν κατὰ μίμησιν τὰ ξύλα τοῦ παραδείσου τῆς τρυφῆς τοῦ Θεοῦ, κλάδους εὐμεγέθεις ἔχοντας ἐλάτας τε καὶ πίτυας μιμουμένους. 4.35 Πῶς γὰρ καὶ μέχρι πιθανότητος ἐκλαβεῖν δυνατὸν αἰσθητὰ ξύλα ζηλοῦντα καὶ μιμούμενα τηλικούτους τυράνν̣ους, ὧν ἐν ταῖς παραφυάσι καὶ κλάδοις κατασκηνοῦσι πάντα τὰ πετεινὰ καὶ τίκτουσι τὰ ἄγρια θη̣ρία; Ὅπως δὲ εὐσύνοπτος ἡ προφητεία γένηται, ἐκθώμεθα μέρος τι αὐτῆς, οὕτως ἐχούσης· 4.36 «Ἰδοὺ Ἀσσου`̣ρ̣ κυπάρισσος ἐν τῷ Λιβάνῳ καὶ καλὸς ταῖς παραφυάσιν καὶ πυκνὸς ἐν τῇ σκέπῃ καὶ ὑψηλὸς τῷ μεγέθει,