117
ῥᾳδίαν αὐτῷ τὴν κατὰ τῶν πολεμίων ἐποίησε νίκην· ἔμελλε γὰρ τῷ λαῷ τὴν ἐλευθερίαν παρέξ ειν οὐ λύτρα τινὰ κομιζόμενος ἀλλὰ προῖκα ταύτην δωρούμενος. Οὕτω προθεσπίσας τοῦ Κύρου τὴν βασιλείαν καὶ τοῦ λαοῦ τὴν ἐπάνοδον καὶ τὴν τῆς πόλεως οἰκοδομίαν προλέγει καὶ τὴν ἐσομένην μετὰ τὴν ἐπάν οδον τῆς πόλεως εὐκληρίαν καὶ τῶν ἐθνῶν τὴν ἐπιστροφὴν καὶ τὴν Αἰγυπτίων καὶ Αἰθιόπων ἐπὶ τὸ κρεῖττον μεταβολὴν καὶ τῆς τοῦ μονογενοῦς θεολογίας τὴν γνῶσιν· 14Οὕτως λέγει κύριος Σαβαώθ· Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων καὶ οἱ Σαβαῒμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι. ∆ει ξάτωσαν Ἰουδαῖοι Αἰγυπτίους καὶ Αἰθίοπας καὶ τοὺς Σαβαῒμ καλουμένους δούλους αὐτῶν πώποτε γεγενη μέ νους καὶ ὑπηκόους. Εἰ δὲ ταύτης ἀποροῦσι τῆς ἀποδείξεως- οὐδεμία γὰρ ἱστορία τοῦτο διδάσκει-, ὁμο λογοῦσι δὲ ἀληθῆ εἶναι τὴν προφητείαν, τὸν ἀληθῆ δεξάσθωσαν λόγον καὶ λαβέτωσαν τοὺς ὀφθαλ μοὺς τῶν λεγομένων μάρτυρας. Ὁρῶσι γὰρ ὑπ' Αἰγυπτίων καὶ Αἰθιόπων καὶ πάντων ἀνθρώπων τὸν ἐξ αὐτῶν κ ατὰ σάρκα βλαστήσαντα προσκυ νούμενον κύριον. Οὐ γὰρ μόνον τοῦτό ἐστιν ὅπερ ἐξ αὐτῶν ἔλαβεν, ἀλλὰ καὶ τῶν ἁπάντων ποιητής ἐστι καὶ θεός. Τοῦτο γὰρ τὰ ἑξῆς ἡμᾶς διδάσκει σαφῶς· Ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις καὶ διαβήσονται πρός σε καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. Ὁράτωσαν Ἰουδαῖοι δυάδα προσώπων κηρυττομένην ἐν ἑνί· ἔστι γὰρ ἐν σοὶ θεὸς καὶ σὺ θεὸς καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. Ἐλέγχει δὲ ταῦτα καὶ τὴν Ἀρείου καὶ Εὐνομίου μανί αν · εἰ γὰρ οὐκ ἔστι πλὴν αὐτοῦ, ὁ ἐν αὐτῷ θεὸς πῶς ἂν εἴη θεός; Ὁ δὲ προφητικὸς διδάσκει λόγος· Ὅτι ἐν ςοὶ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. ∆ῆλον τοίνυν ὡς καὶ ἡ προφητεία τὴν μίαν κηρύττει θεότητα καὶ ἀτεχνῶς ἔοι κε τῇ τῶν εὐαγγελίων διδασκαλίᾳ. Καὶ γὰρ ἐν ἐκείνοις ὁ κύριος ἔφη· «Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, καὶ ὁ πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα.» Ἤλεγ ξε τοίνυν ὁ προφητικὸς λόγος καὶἸουδαίους εἰς ἓν πρόσωπον τὴν θεότητα περιγράφοντας καὶ Ἄ ρειον καὶ Εὐνόμιον ἑτέραν φύσιν θεότητος εἰσαγαγεῖν ἐπιχειροῦντας. Καὶ τὰ ἐπαγόμενα δὲ τὴν μίαν κ η ρύττει θεότητα· 15Σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραήλ, σωτήρ. Ταῦτά φησιν ἐροῦσιν οἱ προσκυνο ῦντες Αἰγύπτιοι καὶ Αἰθίοπες καὶ οἱ Σαβαΐμ. Εἰσάγει δὲ διὰ τούτων ὁ λόγος ἀλλόφυλα ἔθνη λέγον τα ὅτι μέχρι τοῦ νῦν ἐπλανώμεθα καὶ οὐκ ἔγνωμέν σε τὸν ὄντως θεόν, τὸν ἀεὶ τοῦ Ἰσραὴλ σωτῆρα γενόμ ενον . Ἐπειδὴ δὲ οὐχ ἅπαντες ἔμελλον πιστεύειν τῷ σωτηρίῳ κηρύγματι, προλέγει καὶ περὶ τῶν ἀπιστ ούντων · 16Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάν τες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ. Καὶ μαρτυρεῖ τῷ λόγῳ τὰ πράγματα· καὶ γὰρ οἱ ἐξ Ἰουδαίων καὶ οἱ ἐξ ἐθνῶν ἀπιστήσαντες αἰσχύ νην ἔχουσι τῆς ἀπιστίας καρπόν. Ἐγκαινίζεσθε πρός με νῆσοι. Πάλιν τὰ ἔθνη καλεῖ· ἐπει δὴ γὰρ τοὺς τὴν ἤπειρον οἰκοῦντας ἔδειξε προσκυνοῦν τας, καὶ τοῖς νησιώταις εἰκότως ὑπισχνεῖται τὴν νεουργίαν. ∆ωρεῖται δὲ ταύτην τοῖς ἀνθρώποις τὸ πανάγιον βάπτισμα. 17Ἰσραὴλ σῴζεται ὑπὸ κυρίου |157 b| σωτηρίαν αἰώνιον, οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος. Εἰπάτωσαν Ἰουδαῖοι, πῶς αὐτοῖς οὗτος ὁ λόγος ἁρμόττει. Ὅτι γὰρ εἰς πᾶσάν εἰσι διεσπαρμένοι τὴν οἰκουμένην καὶ δουλεύουσι Ῥωμαίοις, οὐκ ἂν ἀρνηθεῖεν κἂν λίαν ὄντες ἀναίσχυντοι. ∆ῆλον τοίνυν ὡς τῶν εὐσεβῶν ὁ σύλλογος ὁ ἐξ ἐκείνων κεκλημένος, οἷος ἦν ὁ θεσπέσιος Παῦλος καὶ πρὸ τούτου ὁ τῶν ἀποστόλων χορὸς καὶ οἱ ἑβδομήκοντα μαθηταὶ καὶ οἱ ἑκατὸν εἴκοσιν, ὧν συνειλεγμένων ὁ μακάριος ἐδημηγόρησε Πέτρος, καὶ οἱ πεντακόσιοι, οἷς κατὰ ταὐτὸν ὁ κύριος μετὰ τὴν ἀνάστασιν ὤφθη, καὶ οἱ τρισχίλιοι καὶ αἱ πολλαὶ μυριάδες καὶ οἱ ἐν ἁπάσῃ πόλει ζωγρηθέντες ὑπὸ τῶν ἱερῶν ἀποστόλων, Ἰσραὴλ χρηματίζουσιν· οὗτοι γὰρ ἀληθῶς τῆς αἰωνίου σωτηρίας ἀπήλαυσαν. 18Οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν, οὗτος ὁ θεὸς ὁ