1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

118

καὶ εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ· ὕδωρ ἐξέθρεψεν αὐτόν, ἡ ἄβυσσος ὕψωσεν αὐτόν, τοὺς ποταμοὺς αὐτῆς ἤγαγεν κύκλῳ τῶν φυτῶν αὐτοῦ, καὶ τὰ συστέματα αὐτῆς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα τοῦ πεδίου. Ἕνεκεν τούτου ὑψώθη τὸ μέγεθος αὐτοῦ παρὰ πάντα τὰ ξύλα τοῦ πεδίου, καὶ ἐπλαθύνθησαν οἱ κλάδοι αὐτοῦ καὶ ὑψώθησαν αἱ παραφυάδες αὐτοῦ ἀφ' ὕδατος πολλοῦ. Ἐν τῷ ἐκτεῖναι αὐτὸν ἐν ταῖς παραφυάσιν αὐτοῦ ἐνόσσευσαν πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὑποκάτω τῶν κλάδων αὐτοῦ ἐγεννῶσαν πάντα τὰ θηρία τοῦ πεδίου, ἐν τῇ σκιᾷ αὐτοῦ κατῴκησεν πᾶν πλῆθος ἐθνῶν. 4.37 Καὶ ἐγένετο καλὸς ἐν τῷ ὕψει αὐτοῦ διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, ὅτι ἐγενήθησαν αἱ ῥίζαι αὐτοῦ εἰς ὕδωρ πολύ. Καὶ κυπάρισσοι πολλαὶ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ καὶ πίτυες οὐχ ὅμοιαι ταῖς παραφυάσιν αὐτοῦ, καὶ ἐλάται οὐκ ἐγένοντο ὅμοιαι τοῖς κλάδοις αὐτοῦ· πᾶν ξύλον ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ οὐχ ὡμοιώθη αὐτῷ ἐν τῷ κάλλει αὐτοῦ διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, καὶ ἐζήλωσεν αὐτὸν τὰ ξύλα τοῦ παραδείσου τῆς τρυφῆς τοῦ Θεοῦ.» 4.38 Τὰ αὐτὰ ἢ παραπλήσια τοῖς λεχθεῖσιν περὶ τοῦ Ἀσσοὺρ καὶ περὶ τοῦ Φαραὼ ὑπὸ τοῖον εἴρηται. 4.39 Οὐκ ἀγνοητέον ὅτι οἱ πλείονες τῶν ἀδελφῶν ἡμῶν τὸν Φαραὼ καὶ τὸν Ἀσσοὺρ εἰς τὸν διάβολον ἀναφέρουσιν, κατὰ διαφόρους ἐπινοίας ὁτὲ μὲν Φαραώ, ὁτὲ δὲ Ἀσσοὺρ ἀλληγορούμενον. Οἱ ταύτην κομίζοντες τὴν ἑρμηνείαν λεγέτωσαν τίνα τὰ ξύλα τοῦ παραδείσου ζηλώσαντα τὸν διάβολον, οὐκ ἄψυχα ἀλλὰ ζῷα ὄντα λογικὰ δηλονότι. Καὶ θαυμαστὸν οὐδὲν εἰ λογικῶν ζῴων κατηγορεῖται τὰ ὀνόματα τῶν ξύλων, ὁπότε καὶ ἡ τοῦ Θεοῦ σοφία ὁτὲ μὲν ἄμπελος ἀληθινή, ὁτὲ δὲ ξύλον ζωῆς προσαγορεύεται. 4.40 Zach. XΙ, 3: Φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν· φωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκεν τὸ φρύαγμα τοῦ Ἰορδάνου. 4.41 Οἱ ἡγούμενοι τῶν λαῶν ἱερατικῶς τε καὶ διδασκαλικῶς ποιμένες αὐτῶν οἷα προβάτων τυγχάνουσιν, τῶν βασιλικῶς μᾶλλον δὲ τυραννικῶς ἐπιστατούντων ὑπαρχόντων λεόντων. Καὶ ἐπεὶ οἱ ἀμφοτέρως ἄρχοντες ποιμένες καὶ λέοντες καλοῦνται, πᾶσα ἀνάγκη τοὺς ὑπηκόους πρόβατα καὶ ἄλλα κτήνη προσαγορεύεσθαι, τῶν μὲν προβάτων ἀναφορὰν ἐχόντων πρὸς τοὺς βόσκοντας νομέας, τῶν δὲ κτηνῶν πρὸς τοὺς λέοντας. Εἴρηται γοῦν ἐν Παροιμίαις· «Λέων ἰσχυρότερος κτηνῶν, ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει πᾶν κτῆνος.» 4.42 ∆υσπραγίᾳ ὑποπεσόντων τῶν ὑπὸ τοὺς διδασκάλους, μᾶλλον δὲ ψευδοδιδασκάλους, καὶ τοὺς τυραννικῶς ἐπικειμένους, θρηνοῦσιν οἱ ποιμένες, οὐ τῶν ποιμνίων φειδόμενοι, ἀλλὰ στερηθέντες αἰσχρῶν κερδῶν καὶ ἐπιλήμπτων ἡδονῶν ἕνεκα, ἵνα μὴ τῷ νομοθετοῦντι Θεῷ καὶ τὸ ἄρχειν αὐτοῖς δεδωκότι δουλεύωσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ. 4.43 Περὶ τῶν ἑτεροδόξων, ὁ θεσπέσιος γράφει Ἀπόστολος διορθούμενος τοὺς τῆς Ἐκκλησίας λαούς· «∆ιδαχαῖς ξέναις καὶ ποικίλαις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι», καὶ πάλιν· «Οἱ γὰρ τοιοῦτοι διδάσκαλοι τῇ ἑαυτῶν κοιλίᾳ, ἀλλ' οὐ τῷ Χριστῷ δουλεύουσιν, διὰ χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶντες τὰς καρδίας τῶν ἀκάκων», βοσκήματα δι' ἁπλότητα τυγχάνοντας. 4.44 Οὗτοι τοιγαροῦν ἐν ἀπορίᾳ γενάμενοι ὧν ποθοῦσιν ἡδέων θρηνοῦσιν, ταλαιπωρησάσης ἧς ᾤοντο ἠπατημένως ἔχειν μεγαλωσύνης· ὡσαύτως καὶ οἱ θυμικῶς ἄρχοντες ὠρύονται, ταλαιπωρήσαντος τοῦ Ἰορδάνου ἔνθα ἐλόχων καὶ ἐνεκρύπτοντο, δοκοῦντες σκέπην καὶ ἀσφάλειαν ἔχειν διὰ ἀγριότητα. 4.45 Ξύλων πολλῶν ἐκκοπέντων ἤδη καὶ κατασπασθέντων, ὡς ἔναγχος εἴρηται, κατεσπᾶσθαι τὸν δρυμὸν τὸν σύμφυτον. 4.46 Πολλὰ ἐκ τῆς γραφῆς ἔστιν εὑρεῖν σημαίνοντα τοὺς ὠμῶς καὶ ἀγρίῳ θυμῷ ἐπιστατοῦντας, λέοντας ἐν δίκῃ προσαγορευομένους. Αὐτίκα γοῦν ἐν τῷ προφήτῃ Ἰερεμίᾳ λέοντες εἴρηνται ὅ τε τῆς Βαβυλωνίας ὠμόθυμος ἄρχων καὶ ὁ τῆς Ἀσσυρίας τύραννος· ἔχει δ' οὕτως ἡ