119
προφητεία· «Πρόβατον πλανώμενον ὁ Ἰσραήλ, λέοντες ἐξῶσαν αὐτόν· ὁ πρῶτος κατέφαγεν αὐτὸν βασιλεὺς Ἀσσούρ, καὶ ὕστερος τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος.» 4.47 Ταύτῃ τῇ νοήσει ἐκλημπτέον καὶ τὸ ἐν πεντηκοστῷ ἑβδόμῳ Ψαλμῷ περὶ ἀνθρώπων καὶ πονηρῶν δυνάμεων οὕτως· «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς ἥτις οὐκ ἀκούσεται φωνὴν ἐπᾴδοντος φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ. Ὁ Θεὸς συνέτριψεν τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν Κύριος.» Οὐ γὰρ ἡγούμεθα οὕτω τινὰ εὐήθη εἶναι ὡς ὑπολαβεῖν μόνας τὰς μύλας τῶν αἰσθητῶν λεόντων ὑπὸ Θεοῦ συντρίβεσθαι, ὅλων τῶν σωμάτων αὐτῶν ἔξω βλάβης μενόντων. 4.48 Zach. XΙ, 4-5: Τάδε λέγει Κύριος παντοκράτωρ· Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς, ἃ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο, καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον· Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν, καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ' αὐτοῖς. 4.49 Τῶν εἰς τὸ παιδεύειν καὶ ποιμαίνειν τὴν λογικὴν ἀγέλην τεταγμένων οἱ μὲν κατὰ βούλημα Θεοῦ, οἱ δὲ ἀσεβῶς καὶ πεπλανημένως ἐπιστατοῦσιν. Περὶ ἀμφοτέρων τῶν ταγμάτων τῶν νομέων ἔστιν ἀπὸ τῆς γραφῆς συναγαγεῖν μαρτύρια. 4.50 Περὶ τῶν ἐπαινετῶς ἐπιτελούντων ἣν ἐνεχειρίσθησαν ἐπιστασίαν λέγεται ὑπὸ τοῦ Θεοῦ· «∆ώσω αὐτοῖς» -τοῖς ποιμνίοις δηλονότι-»ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν αὐτοὺς ποιμαίνοντες μετ' ἐπιστήμης». Περὶ τῶν οὕτω ἐπιστημονικῶς ἀγελαρχούντων ὁ χριστοφόρος Ἀπόστολος μνημονεύει τεθειμένων ἐν τῇ Ἐκκλησίᾳ μετὰ ἀποστόλων καὶ προφητῶν διδασκάλων τε καὶ εὐαγγελιστῶν. 4.51 Καὶ τάχα ἀπόστολοι καὶ προφῆται διδάσκαλοί τε καὶ εὐαγγελισταὶ τυγχάνουσιν οἱ γνωστικῶς καὶ συνετῶς παιδεύοντες τὴν Χριστοῦ σύνοδον, ποιμένων ὄντων τῶν πρακτικὸν βίον ἐχόντων καὶ ἐπιστατούντων ἔργοις ἀγαθοῖς, τὴν πίστιν καὶ τὰ φρονήματα τῶν χριστιανῶν οὐκ ἀνηγμένως ἀποδιδόντων, τῶν κατὰ διάμετρον τοῖς ἐπιστήμοσι ποιμέσι διὰ φαυλότητα ἀντικειμένων ἀσεβῶν ὠνομασμένων· ὁ Θεὸς γοῦν φησιν περὶ αὐτῶν καὶ τῶν ἄλλας κακίας ἐνεργούντων· «Ἱερεῖς οὐκ εἶπαν· ποῦ ἐστιν Κύριος; Καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου μου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ», καὶ τὰ ἑξῆς. 4.52 Οἱ οὕτως ἀσεβοῦντες καὶ πόρνοι τυγχάνουσιν, τάχα μὲν καὶ ἀκολασταίνοντες, οὐχ ἥκιστα δὲ καὶ μιγνύμενοι τοῖς διάφορα καὶ ἀλλόκοτα δόγματα ὑποβάλλουσιν δαίμοσιν καὶ «ταῖς σοφίαις τῶν ἀρχόντων τούτου τοῦ αἰῶνος». Αὐτίκα γοῦν «οἱ μὴ δοκιμάσαντες τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παραδοθέντες εἰς ἀδόκιμον νοῦν, πράττουσι τὰ μὴ καθήκοντα, ἀκολάστως κατ' ἀλλήλων ἐπιμαινόμενοι, ἄρσενες ἐν ἄρσεσιν κατεργαζόμενοι τὴν ἀσχημοσύνην, ἀλλὰ καὶ αἱ θήλειαι αὐτῶν τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐάσασαι παρὰ φύσιν καὶ πάσχουσιν, ἀλλὰ καὶ γυναῖκες ἐν γυναιξὶν πορνικῶς ἐπιμαίνονται.» 4.53 Πρὸς τῷ αἰσθητῶς ἀκολασταίνειν τοὺς ἀσεβοῦντας εἰς Θεὸν ποιμένας, καὶ μετὰ πονηρῶν δυνάμεων λαγνεύουσιν, κατὰ τὸ λεχθὲν ἐν Ψαλμοῖς πρὸς τὸν τῆς εὐσεβείας χορηγόν· «Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστιν.» 4.54 Περὶ τῶν ἀσεβούντων νομέων ἐν Ἰερεμίᾳ φέρεται ἀπαγγελλόμενον πρὸς τὴν πορνεύουσαν ψυχήν· «Καί σοι ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ», καὶ ἔτι· «Ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς· καὶ ἀνέκαμπτες προσποιητῶς πρὸς ἐμέ, λέγει Κύριος.» 4.55 ∆ιασταλέντων τῶν ἀγαθῶν νομέων ἀπὸ τῶν χειρίστων, ἐντολὴ τοῖς ἐπιστήμοσιν δίδοται οὕτως ἔχουσα· «Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς», ἢ τὰ ἤδη σφαγέντα ἢ τὰ ἄξια τοῦ τοῦτο παθεῖν ἢ ἀδίκως ἐπιβουλευόμενα. Τὸ τελευταῖον δηλοῦται ἐν τῷ τεσσερακοστῷ τρίτῳ Ψαλμῷ, τῶν εἰς θάνατον ἐπιβουλευομένων