119
25ἀπὸ κυρίου. Ταύτην ἔχουσι τὴν αἰσχύνην οἱ τὴν ἀπιστίαν τῆς πίστεως προτιμήσαντες εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες. Ἐνκυρίῳ δικαιωθήσονται καὶ ἐπὶ τῷ θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Οὐκ εἶπεν· Πᾶν τὸ σπέρμα Ἰσραήλ-ἦ γὰρ ἂν ἥρπασαν Ἰουδαῖοι τὸν λόγον-ἀλλά· Πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Υἱοὶ δὲ Ἰσραὴλ οἱ ἐξἸσραήλ, σπέρμα δὲ τούτων οἱ ἐν τοῖς ἔθνεσι τῆς σωτηρίας ἠξιωμένοι· διὰ γὰρ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων δεξάμενοι τῆς διδασκαλίας τὸ σπέρμα τὴν σωτηρίαν ἐδρέ ψαντο. Οὕτως ὁ προφητικὸς θεολογήσας λόγος καὶ τοὺς πεπι στευκότας ἐπιδείξας καὶ τοὺς ἀπιστήσαντας διελέγξας, καὶ τῶν εἰδώλων προλέγει τὸν ὄλεθρον· 461 Ἔπεσε Βήλ, συνετρίβη Νεβώ. Ἔνια τῶν ἀντιγράφων «∆αγὼν» ἔχει. Εἴδωλον δὲ ἦν τοῦτο τῶν Ἀλλοφύλων. Τὸν δὲ Βὴλ Κρόνον ἔφασάν τινες εἶναι. Εἶτα καθολικῶς· Ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ κτήνη. Οὐ γὰρ μόνον ἀνθρωπόμορφα κατεσκεύαζον εἴδωλα ἀλλὰ καὶ θηρίοις καὶ κτήνεσιν ἐοικότα· καὶ διαφερόντως Αἰγύπτιοι πιθήκων καὶ κυνῶν καὶ λεόντων καὶ προβάτων καὶ κροκοδίλων προσεκύνουν ἰνδάλματα, Ἀκαρωνῖται δὲ καὶ μυίας εἶχον εἰκόνα, ἄλλοι δὲ νυκτερίδων προσεκύνουν εἰκάσματα· καὶ τούτων ἐν τοῖς προοιμίοις ὁ προφητικὸς κατηγόρησε λόγος. Τούτων ἁπάντων προλέγει τὸν ὄλεθρον· Αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι 2καὶ οὐκ ἰσχύοντι, πεινῶντι καὶ ἐκλελυμένῳ ἅμα, οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν. Ὥσπερ φησὶ τἆλλα φορτία βαδίζειν οὐ δύναται ἀλλὰ φέρεται, οὕτω καὶ ταῦτα ἀκίνητα ὄντα πονεῖν ἀναγκάζει τοὺς φέροντας. Τοσαύτη δὲ αὐτῶν ἡ ἀσθ ένεια ὡς μηδὲ τοῖς ἀνθρώποις παραπλησίως δύνασθαι φεύγειν ἐν πολέμου καιρῷ. 3Ἀκούσατέ μου οἶκος Ἰακὼβ καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ, οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἐκ παιδίου 4ἕως γήρους. Τῆς ἀνοήτου διδασκαλίας ἐνταῦθα τῶν Ἰουδαίων κατηγορεῖ· παιδόθεν γὰρ τὰ θεῖα παιδευόμενοι πόρρω τῆς ἀληθείας ἐγένοντο. Ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι. Ὑμεῖς φησι πολλὰς ἔχετε μετα βολάς, ἐγὼ δὲ ἀναλλοίωτον ἔχω τὴν φύσιν· ὑμεῖς καὶ γῆρας καὶ θάνατον δέχεσθε, ἐγὼ δὲ ἄφθαρτός εἰμι καὶ ἀθάνατος. Ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω καὶ ἐγὼ ἀναλήψομαι καὶ σώσω ὑμᾶς. Φέρω ὑμῶν τὴν ἀχαριστίαν, ἀνέχομαι τῆς παρανομίας, ἀναμένω τὴν μεταμέλειαν· ἐγὼ γὰρ ὑμᾶς καὶ εἰς τὸ εἶναι παρήγαγον. 5Τίνι με ὡμοιώσατε; Ἴδετε τεχνάσασθε οἱ πλανώμενοι. 6Καὶ οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσίππου καὶ ἀργύριον ἐν ζυγῷ στήσουσιν ἐν σταθμῷ καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητον καὶ κύψαντες προσκυνοῦσιν αὐτό. 7Αἴρουσιν αὐτὸ ἐπὶ τοῦ ὤμου, καὶ πορεύεται· ἐὰν δὲ θῶσιν αὐτό, ἐπὶ τοῦ τόπου μένει, οὐ μὴ κινηθῇ· καὶ ὃς ἐὰν βοήσῃ πρὸς αὐτόν, οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώσῃ αὐτόν. Σαφῶς τῶν εἰδώλων ἐκωμῴδησε τὴν ἀσθέ ν ειαν. Καὶ ἐπειδὴ τῆς ἐκ ξύλων δημιουργίας ἐν τοῖς πρόσθεν ἐμνήσθη, ἡ δὲ τοῦ χρυσοῦ καὶ τοῦ ἀ ργύρου ὕλη τιμιωτέρα τῶν ξύλων, πολλοὶ δὲ τῇ ὕλῃ προσέχοντες πλείονα τιμὴν προσέφερον τοῖς χρυσ οῖς καὶ ἀργυροῖς θεοῖς, ἀναγκαίως καὶ περὶ τούτων διδάσκει ὡς χρυσὸν καὶ ἄργυρον ἐξ ἐράνου συ νά γοντες καὶ χρυσοχόον μισθούμενοι καὶ σταθμῷ τοῦτον παραδιδόντες τὸν ὑπὸ τούτου τεκταινόμ ενον ἀνδριάντα θεοποιοῦσιν, ὃς ἀλλοτρίοις μὲν χρῆται ποσίν, εἰ δὲ τούτων ἀπορήσοι, ἀκίνητος μένει, φέρει δὲ τοῖς προσκυνοῦσιν οὐδεμίαν βοήθειαν. Μετὰ τοῦτον τὸν ἔλεγχον εἰσφέρει παραίνεσιν· 8Μνή σθητε |158 b| ταῦτα καὶ στενάξατε, μετανοήσατε οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ 9καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι ὁ θεὸς καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, 10ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι, καὶ ἅμα συνετελέσθη. ∆ιὰ τῶν ἤδη παρ' ἐμοῦ γεγενημένων μάθετε ὡς μόνος εἰμὶ θεός· ἐγὼ γὰρ καὶ πρὸ πολλῶν γενεῶν τὰ ἐσόμενα προλέγω καὶ πληρῶ ἃ προλέγω. Καὶ εἶπον· Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω· 11καλῶ<ν> ἀπὸ ἀνατολῶν πετεινὸν καὶ ἀπὸ γῆς πόρρωθεν περὶ ὧν