1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

120

λεγόντων πρὸς τὸν εὐεργέτην Θεόν· «Ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς», καὶ ἔτι· «Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως.» 4.56 Οὐχ ἑτέρου γὰρ χάριν σφάζονται ὑπὸ τῶν παρανόμως ἐπιστατούντων ἢ τοῦ βρωθῆναι ἕνεκα ὑπ' ἐκείνων περὶ ὧν λέγεται· «Ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς», ἀλλ' ἀπέτυχον τῆς φονικῆς σπουδῆς ὡς τοὺς ῥυσθέντας χαριστηρίως λέγειν· «Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.» 4.57 Οἱ δοκοῦντες κτήτορες καὶ οὐ ποιμένες ὑπάρχειν τῆς παραδοθείσης αὐτοῖς ἀγέλης κατασφάττοντες τὰ πρόβατα μαχαίρᾳ -αὕτη δέ ἐστιν ὁ σοφιστικὸς αὐτῶν λόγος ἀσεβῆ φρονήματα πρεσβεύων-οὐ μετεμέλοντο οὐ μετανοοῦντες ἐφ' οἷς λῃστρικῶς καὶ φονικῶς ἔπραξαν. Ἀμέλει γοῦν πωλοῦντες αὐτὰ ὡς ἴδια τὰ μὴ ἑαυτῶν, ἀναισχύντως θρασύτητι αὐχοῦσι πεπλουτηκέναι, τῶν εὐαρεστεῖν νομέων σπουδαζόντων τῷ πιστεύσαντι παμβασιλεῖ τὴν ἀγέλην οὐ σφαττόντων οὐκ ἀπεμπολούντων ἃ ἐπιστεύθησαν λογικὰ πρόβατα ἵν' ἀδίκως πλουτήσωσιν ἐκ πλεονεξίας καὶ αἰσχροκερδιῶν. 4.58 Ἵνα μὴ τοιοῦτόν τι ἀπευκτὸν συμβῇ ἐξ ἀπροσεξίας τοῖς ἐπιστατοῦσι τῆς Ἐκκλησίας, προσφωνεῖ ὁ πρόκριτος τῶν ἀποστόλων Πέτρος, οὕτω γράφων· «Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ποιμᾶναι τὸ ἐν ὑμῖν ποίμνιον μὴ ἀναγκαστῶς ἀλλ' ἑκουσίως, μὴ κατακυριεύοντες τῶν κλήρων, ἵνα, φανερωθέντος τοῦ ἀρχιερέως ποιμένος Χριστοῦ Ἰησοῦ, κομίσησθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον», τῶν κατακυριευόντων δηλαδὴ τῶν Χριστοῦ προβάτων ἀμελῶν ποιμένων ὄντων, πωλούντων αἰσχρῶν κερδῶν ἕνεκα τὰ θεῖα ποίμνια ἵνα βοῶσι· «Πεπλουτήκαμεν», κατεσθίοντες οὓς ἀναιροῦσι διὰ σκανδάλων. 4.59 Οὕτω βλαβέντων καὶ κακοπραγησάντων τῶν λαῶν, προβάτων ἀλληγορικῶς καλουμένων, οἱ ψευδώνυμοι ποιμένες αὐτῶν οὐδὲν ἔπασχον ἐπ' αὐτοῖς, οὐ συμπαθοῦντες τῇ ποίμνῃ κατὰ τὸν λέγοντα· «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» Εἰς ταύτην τὴν ἀγάπην ἐνάγονται οἱ θεῖοι παιδευταὶ ὑπὸ τοῦ Σωτῆρος γεναμένου αὐτοῖς ὑπογραμμοῦ, ὡς τὸν θεόσοφον εὐαγγελιστὴν Ἰωάννην προσφωνεῖν τοῖς κατὰ Χριστὸν θεοσεβοῦσιν· «Ὅτι ἐκεῖνος», σαφὲς δ' ὅτι ὁ Χριστός, «λύτρον ὑπὲρ ἡμῶν τὴν ψυχὴν ἔθηκεν καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ ἀλλήλων τὰς ψυχὰς θεῖναι.» 4.60 Οἱ οὕτω γνώμης ἔχοντες πρὸς τοὺς τὰ αὐτὰ ἀσπαζομένους καὶ φρονοῦντας φιλάδελφοι συμπαθεῖς ὄντες, τοῖς σφάττουσιν τὰ παραδοθέντα αὐτοῖς πρόβατα ἀντίκεινται τοῖς μετὰ θρασύτητος φάσκουσιν· «Πεπλουτήκαμεν», αἰσχροκερδίᾳ ἐκτησάμεθα πρόβατα ἃ κατεσθίοντες ἥκιστά τι πάσχομεν ἐπ' αὐτοῖς. 4.61 Zach. XΙ, 6-7: ∆ιὰ τοῦτο οὐ φείσομαι οὐκέτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν, λέγει Κύριος, καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς ἀνθρώπους ἕκαστον εἰς χεῖρα τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρα βασιλέως αὐτοῦ, καὶ κατακόψουσιν τὴν γῆν, καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν. Καὶ ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χανανῖτιν. 4.62 Ἐπεὶ οἱ ἐγχειρισθέντες τὴν ἐπιμέλειαν τῶν λογικῶν προβάτων κατεφρόνησαν αὐτῶν, ὡς μηδὲ συμπαθεῖν μηδὲ φροντίζειν τῆς σωτηρίας αὐτῶν, ὡς πιπράσκειν αὐτὰ ἀλλοτρίοις δι' αἰσχροκερδίαν, ἀπειλεῖ Κύριος παντοκράτωρ μηκέτι φείδεσθαι τῆς γῆς, τοῦτ' ἔστιν τῶν ἐπ' αὐτῆς διατριβόντων, παραδιδομένων τῶν ἀσθενεστέρων τοῖς κατατυραννοῦσιν δι' ἣν νομίζουσιν ἰσχὺν καὶ ὠμότητα ἔχειν, ὡς κατακοπῆναι πάντας τοὺς ἐπὶ τῆς γῆς, παραδιδομένων τῶν ἀνθρώπων ἑκάστων εἰς χεῖρας τῶν πλησίον καὶ εἰς χεῖρας τοῦ βασιλέως αὐτῶν οὐκέτι νομίμως ἀλλὰ τυραννικῶς ἐπιστατοῦντος. 4.63 Ἀπειλῆς τρόπῳ ταῦτα Θεὸς ἐπανατείνεται, ἵνα φόβῳ τῶν προσδοκωμένων παύσωνται τοῦ ἁμαρτάνειν οἱ πρὸς οὓς ἡ ἀπειλή. Θεὸς γὰρ οὐδέποτε ἀφειδήσει τῶν αὐτοῦ ποιημάτων, ὡς ἡ πανάρετος τοῦ Σαλωμῶνος Σοφία φησίν· «Φείδῃ πάντων, δέσποτα