1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

120

βεβούλευμαι. Ἐλάλησα καὶ ἤγαγον, ἔκτισα καὶ ἐποίησα αὐτό. Πάντα ῥᾴδια τῷ τῶν ὅλων θεῷ· οὐ γὰρ μόνον τὰ λογικὰ ἀλλὰ καὶ τὰ ἄλογα τῷ θείῳ νεύματι εἴκει. ∆ιὰ μέντοι τοῦ πετεινοῦ τὸ ταχὺ τῆς ἐπανόδου δεδήλωκεν. 12Ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν, οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης· 13ἤγγισα τὴν δικαιοσύνην μου, οὐ μὴ μακρυνθῇ, καὶ τὴν σωτηρίαν τὴν παρ' ἐμοῦ οὐ βραδύνω. Εἰ γὰρ καὶ ὑμεῖς τῆς σωτηρίας ἀνάξιοι πόρρω τῆς δικαιοσύνης διὰ τὴν παρανομίαν γενόμενοι, ἀλλ' ἐγὼ παρέξω τὴν σωτηρίαν καὶ δικαίαν τιμωρίαν τοῖς Βαβυλωνίοις ἐπάξω. ∆έδωκα ἐν Σιὼν σωτηρίαν τῷ Ἰσραὴλ εἰς δόξασμα. Μαθή σονται γὰρ ἅπαντες διὰ τῆς τοῦ Ἰσραὴλ σωτηρίας τὴν ἐμὴν δύναμιν καὶ γνώσονται ὅτι ἀληθῶς ὑπάρχω θεός. Οὕτω ταῦτα τῷ Ἰσραὴλ προθεσπίσας εἰς τὴν Βαβυλῶνα μεταφέρει τὸν λόγον· 471 Κατάβηθι κάθισον ἐπὶ τὴν γῆν παρθένος θυγάτηρ Βαβυλῶνος. Παρθένον αὐτὴν καλεῖ οὐχ ὡς ἀδιάφθορον-ἐναγὴς γὰρ ἦν καὶ ἀκόλαστος-ἀλλ' ὡς παρθένῳ παραπλησίως καλλωπιζομένην. Κάθισον εἰς τὴν γῆν, οὐκ ἔστι θρόνος. Ἐστέρησαί φησι τῆς βασιλείας, τὴν δουλικὴν ἀντέλαβες τάξιν. Εἴσελθε εἰς τὸ σκότος θυγάτηρ Χαλδαίων, οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά. Ἀπέβαλες τὴν πρ οτέραν εὐημερίαν, οὐκ ἐντρυφᾷς τοῖς ἀλλοτρίοις κακοῖς. 2Λάβε μύλον, ἄλεσον ἄλευρον. Ἔστι ταῦτα δουλείας τεκμήρια. Ἀποκάλυψαι τὸ κατα<κά>λυμμά σου. Γυμνώθητι τῆς βασιλικῆς στολῆς, ἀπόβαλε τὰ σημεῖα τῆς βασιλείας. Ἀνακάλυψαι τὰς πολιάς. ∆ιὰ τῆς πολιᾶς τὸ πολυχρόνιον τῆς βασι λείας ᾐνίξατο· ἡ γὰρ Ἀσσυρίων βασιλεία τετρα κόσια καὶ δισχίλια ὀλίγου δέοντα κεκρατη κέναι λέγετ αι ἔτη. Ἀνάσυραι τὰς κνήμας, διάβηθι ποταμούς· 3ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου. Καὶ διὰ τούτων τὴν αἰχμαλωσίαν σημαίνει· αἰχμαλώτων γὰρ τὸ γυμνοῖς ποσὶ τοὺς ποταμοὺς διαβαί νειν. Φανήσονται οἱ ὀνειδισμοί σου, τὸ δίκαιον ἐκ σοῦ λήψομαι, οὐκέτι σε μὴ παραδῶ ἀνθρώποις. 4Ὁ ῥυσάμενός σε κύριος Σαβαὼθ ὄνομα αὐτῷ, ἅγιος Ἰσραήλ. Καὶ ταῦτα ὁ Σύμμαχος οὕ τως ἡρ μήνευσεν· «Καί γε φανήτω τὸ ὄνειδός σου· ἐκδίκησιν λήψομαι, καὶ οὐκ ἀντιστήσεταί μοι ἄνθρωπος. Λυτρωτὴς ἡμῶν κύριος τῶν δυνάμεων ὄνομα αὐτῷ, ἅγιος Ἰσραήλ.» ∆ίκας σέ φησι τῆς εἰς τὸν Ἰα κὼβ ὠμότητος πράξομαι. Οὐκέτι σε μὴ παραδῶ ἀνθρώποις· σύντομον γάρ σοι πανωλεθρίαν ἐ ποίσω καὶ οὐ δέομαι δευτέρας πληγῆς. Εἶτα πρὸς τὸν Ἰσραήλ· Ὁ ῥυσάμενός σε κύριος Σαβαὼθὄνομα αὐτῷ. Εἰ δὲ καὶ ἐπ' αὐτῆς βούλοιτό τις λαβεῖν τὸ ῥητὸν τῆς Βαβυλῶνος, συνίδοι ἂν καὶ αὐτὴν πλ ειόνων ἁμαρτημάτων ἀπαλλαγεῖσαν διὰ τῆς τιμωρίας· οὐκέτι γὰρ ἔχουσα τὴν δυναστείαν οὐκέτι ἡ μάρτανε, καὶ αὐτὴ τοίνυν ὠφέλειαν ἐδέξατο μειζόνων ἁμαρτημάτων ἀπαλλα γεῖσα . 5Κάθισον κατανενυγμένη, τουτέστι θρηνοῦσα. Εἴσελθε εἰς τὸ σκότος θυγάτηρ Χαλδαίων. Τοῖς γὰρ ἐν σ οὶ κατοικοῦσι σκότος ἐστὶ καὶ τὸ φῶς. Οὐκέτι μὴ κληθήσῃ ἰσχὺς βασι λείας. ∆ουλείᾳ γὰρ ἀντὶ β ασιλεία ς συ γκληρωθή σῃ . 6Παρωξύνθην ἐπὶ τῷ λαῷ μου διότι ἐμίαναν τὴν κληρονο μίαν μου. Ἐνέπρησαν γὰρ τὸν θεῖον νεὼν καὶ τὰ ἱερὰ σκεύη τοῖς εἰδώλοις ἀνέθεσαν καὶ ὠμότητι |159 a| κατὰ τῶν δορυαλώτων ἐχρήσαντο. Καὶ ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὴν χεῖρά σου. Οὐ γὰρ ἂν ἐνίκ ησας μὴ βουληθέντος ἐμοῦ. Προὔδωκα δὲ αὐτοὺς παιδεῦσαι βουλόμενος, οὐ παντελῶς ἀπολέσ αι . Σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος οὐθέν, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα. Οὐδὲ τὸ γῆρας αἰδέσιμον ὤφθη σοι. Ἐντεῦθεν γὰρ αὐτῶν τὴν πολλὴν ἀπήνειαν ἔδειξεν. 7Καὶ εἶπα<ς>· Εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα. Οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου οὐδὲ ἐμνή σθης τὰ ἔσχατά σου. Μεταβολήν φησι τῆς εὐημερίας οὐ προσεδόκησας, διὰ παντὸς σχήσειν τὸ κράτος ὑπέλαβες. 8Νῦν δὲ ἄκουε ταῦτα ἡ τρυφερά, ἡ καθημένη, ἡ πεποιθυῖα, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς· Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα, οὐ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρφανίαν. Ἀξίως αὐτῆς τὸν πολὺν ἐκωμῴδησε τῦφον· ἐτόπασε γὰρ μόνη τῆς οἰκουμένης κρατήσειν. 9Νῦν δὲ ἥξει ἐπὶ σὲ τὰ δύο ταῦτα ἐν ἡμέρᾳ μιᾷ χηρεία καὶ ἀτεκνία, ἥξει ἐξαίφνης ἐπὶ σέ. Χηρείαν καλεῖ