121
φιλόψυχε, οὐδὲν βδελυσσόμενος ὧν ἐποίησας, οὐδὲ γὰρ μισῶν τι κατεσκεύασας.» «Ἔκτισας γὰρ εἰς τὸ εἶναι τὰ π̣α´̣ντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου.» 4.64 Ταύτης τῆς ὑπερβαλλούσης ἀγαθότητος τοῦ τὰ πάντα συστησαμένου καὶ προνοουμένου τῶν ὅλων πεῖραν ἔχοντες οἱ θεραπεύοντες αὐτόν, πρεσβείαν ὑπὲρ τοῦ λαοῦ ἀναφέροντές φασιν· «Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, μήποτε εἴπωσιν τὰ ἔθνη· ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;» 4.65 Εἰς τοσοῦτον δὲ ἐφείσατο τοῦ γένους τῶν ἀνθρώπων ὁ πάντων αἴτιος καὶ κηδεμών, ὡς ὑπὲρ πάντων ἔκδοτον δοῦναι τὸν υἱὸν ἑαυτοῦ εἰς θάνατον, ἵνα λυτρώσηται τοὺς θανόντας βασιλευθέντας ὑπὸ τοῦ θανάτου. 4.66 Ταύτης τῆς ὑπερβαλλούσης σωτηρίας μυσταγωγὸς ὁ Ἀπόστολος τυγχάνων περὶ τοῦ Θεοῦ γράφει· «Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ τὰ πάντα σὺν αὐτῷ χαρίσεται ἡμῖν;» Ἡμῶν φειδόμενος οὐκ ἐφείσατο τοῦ υἱοῦ· ὁ μὲν γὰρ ἀπαθὴς καὶ πάσης βλάβης ἀφανιστικός, ἡμεῖς δὲ θνητοὶ καὶ πάθεσιν ὑποκείμενοι. ∆ιὸ εἰ φεισάμενος ἦν τοῦ υἱοῦ, μὴ ἐκδοὺς αὐτὸν «ὑπὲρ πάντων γεύσασθαι θανάτου», ἐμένομεν ἐν τῇ κρατησάσῃ ἀπωλείᾳ διὰ τῆς παραβάσεως τῆς θείας ἐντολῆς· ἀλλ' ἵνα ἐλευθερωθῶμεν, παρέδωκεν ὁ κηδεμὼν τὸν ἴδιον υἱόν, οὐ βλαβησόμενον ἐκ τοῦ τεθνάναι, Σωτῆρος ἀναδειχθέντος πάντων παραδοθέντος ὑπὲρ αὐτῶν. 4.67 Τούτων ὧδε ἐχόντων, ἐὰν ὁ Θεὸς λέγῃ· «Οὐ φείσομαι οὐκέτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν», φόβῳ ἀπειλῆς νουθετεῖ, ἵνα μὴ κολάσει ὑποπέσωσιν, ἀλλ' ἔξω γένωνται τῆς κρατησάσης ἁμαρτίας, οὐκέτι ὑποκείμενοι κολάσει. 4.68 Τὸν τρόπον τοῦ μὴ φείσασθαι ἔτι φανεροῖ, φάσκων «τοὺς ἀνθρώπους εἰς χεῖρας τῶν πλησίον αὐτῶν παραδιδόναι καὶ εἰς χεῖρας» οὗ εἵλαντο πονηροῦ «βασιλέως, ὡς κατακοπῆναι τὴν γῆν», ἀντεπιτιθεμένων ἀλλήλοις τῶν «ὡς ἀνθρώπων ἀποθνῃσκόντων». Οὗτοι δ' εἰσὶν οἱ ἔριδι καὶ ζήλῳ κατὰ σάρκα περιπατοῦντες. Οἱ οὕτω τυγχάνοντες ἄνθρωποι εἰς χεῖρας παραδίδονται ὧν ἔσχον πλησίον δαιμόνων διὰ φιληδονίαν καὶ ὑλικὴν διάθεσιν. Τότε γὰρ μάλιστα νουθετηθῆναι δύνανται παραδοθέντες οἷς ἡγοῦντο φίλοις καὶ πλησίον ἔχειν, πειραθέντες τῆς ὠμότητος καὶ ἀγριότητος αὐτῶν· φεύξονται δὲ καὶ τοῦ τυραννικῶς ἄρξαντος, τῆς σκληρότητος αὐτοῦ πεῖραν λαβόντες. Ἀμέλει γοῦν καὶ ὁ Ἑβραίων λαὸς τὸ τηνικάδε ἐπόθησεν ἐλευθερωθῆναι τῆς Αἰγυπτίων θρασύτητος, γνοὺς αὐτῶν τὸ ἐπίμοχθον καὶ τὸ ἀπηνὲς ἐπιστασίας. 4.69 Κατακοπτομένης τῆς γῆς, τοῦτ' ἔστιν τῶν ἐπ' αὐτῆς καταλλήλων ἐξανισταμένων, ποιμαίνει Θεὸς τὰ τῆς σφαγῆς πρόβατα εἰς τὴν Χανανῖτιν, τὴν ἡτοιμασμένην τιμωρίαν. Εἴρηται καὶ πρότερον σφαγῆς εἶναι πρόβατα τὰ ἕτοιμα πρὸς τὸ παθεῖν καὶ τὰ ἤδη σφαγέντα, ὅτε παρελάβομεν τὸ ὑπὸ τῶν θλιβομένων πρὸς τὸν εὐεργέτην τῶν ὅλων ἀπαγγελλόμενον· «Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως», καὶ πάλιν· «Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.» 4.70 Ἐπίστησον εἰ ἐπαινετόν τι δηλοῖ τὸ ποιμαίνεσθαι τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χανανῖτιν, ἑρμηνευομένην ἡτοιμασμένην, τάχα τῶν διὰ κακώσεως οἰκονομουμένων εἰσαγομένων εἰς σωτηρίαν ἀμεταμέλητον κατεργαζομένην ὑπὸ πόνων παιδευτικῶς ἐπαγομένων, περὶ ἧς γράφει ὁ θεσπέσιος ἀπόστολος Παῦλος τάδε χαράττων· «Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν κατεργάζεται εἰς σωτηρίαν ἀμεταμέλητον, τῆς τοῦ κόσμου λύπης θάνατον ἐπιφερούσης»· διὸ ταύτης μὲν ἀφεκτέον, τῆς δὲ κατὰ Θεὸν ἀντιποιητέον ἀμεταμέλητον σωτηρίαν κατὰ Θεὸν φερούσης. 4.71 Zach. XΙ, 7-9: Καὶ λήμψομαι ἐμαυτῷ δύο ῥάβδους -τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν ἑτέραν ἐκάλεσα σχοίνισμα, -καὶ ποιμανῶ τὰ πρόβατα. Καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ' αὐτούς, καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ' ἐμέ. Καὶ εἶπα· Οὐ ποιμανῶ ὑμᾶς. 4.72 Ἐκ προσώπου τοῦ Σωτῆρος ὁ προφήτης Ζαχαρίας