1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

121

τῆς βασιλείας τὴν στέρησιν, ἀτεκνίαν δὲ τῶν ὑπηκόων τὴν ἀλλοτρίωσιν· ἀμφότερα δὲ κατὰ ταὐτὸν ὑπέμεινεν. Στῆθι νῦν ἐν τῇ πολλῇ σου φαρμακείᾳ, ἐν τῇ ἰσχύι τῶν ἐπαοιδῶν σου σφόδρα, 10ἐν τῇ ἐλπίδι τῆς πορνείας σου σφόδρα. Σὺ γὰρ εἶπας· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. Ἔνια τῶν ἀντιγράφων οὐ πορνείαν ἀλλὰ «πονηρίαν» ἔχει, οὕτω δὲ καὶ οἱ περὶ τὸν Ἀκύλαν ἡρμήνευσαν. Καὶ ἡ πορνεία δὲ τῆς πολλῆς αὐτῶν ἀκολασίας κατηγορεῖ. Τούτων δὲ τῶν ἐπαοιδῶν καὶ φαρμακῶν καὶ ὁ θεσπέσιος μέμνηται ∆ανιήλ. Γνῶθι δὲ ὅτι ἡ σύνεσις τούτων καὶ ἡ πονηρία σου ἔσται σοι εἰς αἰσχύνην. Καὶ εἶπας ἐν τῇ καρδίᾳ σου· Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα. 11Καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς. Ἐξαίφνης φησὶ τὸν ὄλεθρον δέξῃ καὶ ἀπροσδοκ ήτοις περιπαρήσῃ κακοῖς. Βόθυνος καὶ ἐμπεσῇ εἰς αὐτόν, καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ δυνήσῃ καθαρὰ γενέσθαι. Ὁ δὲ Σύμμαχος καὶ ὁ Ἀκύλας τοῦτο οὕτως ἡρμήνευσαν· «Καὶ ἐπιπεσεῖται σοὶ συμφορὰ ἣ<ν> οὐ δυνήσῃ ἐξιλάσασθαι», τουτέστιν· Ἀφύκτοις σε περιβαλῶ κακοῖς, καὶ οὐ τεύξῃ συγγνώμης, πέρα γὰρ συγγνώμης ἐξήμαρτες. Καὶ ἥξει ἐπὶ σὲ ἐξάπινα ἀπώλεια καὶ οὐ γνώσῃ. Οὐ γὰρ ἤλπισε μετα βολὴν οὐδὲ προσεδέχετο τὴν τῶν πραγμάτων ἐναλλαγήν. 12Στῆθι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου καὶ ἐν τῇ πολλῇ φαρμακείᾳ σου ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνήσῃ ὠφεληθῆναι καὶ εἴ πως δυνήσῃ ἰσχῦσαι. Εἰρωνικῶς ταῦτα ὁ προφητικὸς αὐτῇ λέγει λόγος· Χρῆσαι τῇ συνήθει γοητείᾳ, χρῆσαι ταῖς ἐξ ἔθους ἐπῳδαῖς, εἰκός σε διαφυγεῖν τὰ περιστοιχίσαντά σε κακά. Εἶτα τὸ τούτων μάται ον ἐλέγχει · 13Κεκοπίακας ἐν ταῖς βουλαῖς σου. Στήτωσαν δὴ καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ οἱ ὁρῶντες τοὺς ἀστέρας, ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι. Μετὰ τοὺς ἐπαοιδοὺς καὶ τοὺς γόητας τὴν τῶν γενεθλιαλόγων ἄνοιαν ἐξελέγχει. 14Ἰδοὺ πάντες ὡς φρύγανα ὑπὸ πυρὸς οὕτως κατακαυθήσονται, καὶ οἱ ἐξαπατῶντες καὶ οἱ ἐξαπατώμενοι. Καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογός. Οἱ τοῖς ἄλλοις προλέγειν τὰ ἐσόμενα νεανιευόμενοι σφᾶς αὐτοὺς τῆς τῶν πολεμίων οὐκ ἐλευθερώσουσι φλογός. Ὅτι ἔχεις ἄνθρακας πυρὸς καθίςαι ἐπ' αὐτούς. Ἀντὶ τοῦ· Σὺ καθ' ἑαυτὴν ἐξῆψας τὴν φλόγα διὰ τῆς ἀσεβείας καὶ τῆς πολλῆς παρα νομίας σου . Εἶτα κατ' ἐρώτησιν· 15Οὗτοι ἔσονταί σοι βοήθεια; Οἵ φησιν ἑαυτοῖς ἐπικουρεῖν μὴ δυν άμενοι ἐ πῳδοὶ καὶ γενεθλια λόγοι καὶ γόητες σὲ τῶν ἐπερχομένων ἀπαλλάξουσι συμ φο ρῶν ; Ἐκοπίασας ἐν τῇ μεταβολῇ σου ἐκ νεότητος. Μεταβολὴν τὴν ἐμπορίαν καλεῖ· οὕτω δὲ καὶ οἱ Τρεῖς ἡρμήνευσαν· «Ἐκοπίασαν οἱ ἔμποροί σου ἀπὸ νεότητος.» Ἐμπόρ ους δὲ το ὺς αὐτοὺς προσηγόρευσεν. Ἄνωθέν φησι καὶ ἐξ ἀρχῆς ἕως αὐτῆς τῆς πανωλεθρίας το ύτοις |159 b| διε τέλεσας κεχρημένη συμβούλοις καὶ ἐπικούροις. Ἄνθρωπος καθ' ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία. Εἰσὶ μέν φησι καὶ ἐν τοῖς ἄλλοις ἔθνεσι παράνομον αἱρούμενοι νόμον, ἀλλ' οὐ ταύτην ἅπαντες τὴν πολιτείαν ἀσπάζονται· σὺ δὲ νόμῳ τὴν παρανομίαν μετῄεις καὶ τὴν ἐσχάτην ἀσέβειαν ἐπετήδευες ὡς ἄκραν εὐσέβειαν· οὗ δὴ χάριν σωτηρίας οὐκ ἀπολαύσῃ. Ἡμεῖς δὲ ἐκ τῆς τούτων τιμωρίας καρπωσώμεθα σωτη ρίαν, καὶ γένοιτο ἡμῖν ὁ τούτων ὄλεθρος πρόξενος ὠφελείας. Ὁρῶντες γὰρ οἷ<α> τῆς κακίας τἀπίχειρα καὶ τὴν ἐναντίαν ὁδεύοντες πολιτείαν καὶ καθάπερ ἄγκυραν ἱερὰν τὴν εἰς τὸν <τῶν> ὅλων θεὸν ἐλπίδα ἔχοντες, καὶ κατὰ τὸν παρόντα βίον τῆς αὐτοῦ κηδεμονίας τευξόμεθα καὶ ἐν τῷ μέλλοντι τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν χάριτι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 15 ΤΟΜΟΣ ΙΕʹ 481 Ἀκούσατε ταῦτα οἶκος Ἰακὼβ καὶ οἱ κεκλημένοι ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ καὶ ἐξ ὕδατος Ἰούδα ἐξελθόντες. Τὴν κατὰ σάρκα συγγένειαν αὐτοῖς τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα διὰ τῶν εἰρημένων προσεμαρτύρησεν· κεκλῆσθαι γὰρ αὐ τοὺς εἶπεν ἐπὶ τῷ ὀνόματι Ἰσραήλ, οὐ τὴν ἐκείνου πίστιν ἔχειν· καὶ οἶκον Ἰακώβ, οὐκ εὐσεβείας κλη ρονόμον· καὶ ἐξ ὕδατος, ἀλλ' οὐκ ἐκ φρονήματος Ἰούδα