1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

123

Καὶ αὐτὸς οὖν περὶ ἑαυτοῦ ὁ οἰκοδομῶν τὴν πνευματικὴν Θεοῦ πόλιν καὶ λυτρούμενος τὸν λαὸν λέγει· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον, διαγγέλλω τὸ πρόσταγμα Κυρίου.» 4.86 Πρὸς τοῖς τεθεωρημένοις περὶ τῶν τρίων ποιμένων, ἐπιστατέον ψεκτοὺς τρεῖς εἶναι νομέας ἐξαιρομένους τοὺς εἰς τὴν Τριάδα ἀσεβοῦντας. Οἱ μὲν γὰρ αὐτῶν πολλὴν ἔχουσι ῥοπὴν εἰς τὸ ἀσεβεῖν εἰς τὸν Πατέρα, ἑτέρων εἰς τὸν Υἱὸν καὶ ἄλλων εἰς τὸ ἅγιον Πνεῦμα. 4.87 Καὶ τάχα μὲν οἱ υἱοπάτορα φρονοῦντες ψευδοδοξοῦσιν εἰς τὸν Πατέρα, στερίσκοντες τὸν Πατέρα ὅσον ἐπὶ τῇ ἀσεβείᾳ αὐτῶν τοῦ Μονογενοῦς Υἱοῦ, ὄντος Θεοῦ Λόγου σοφίας τε καὶ ἀληθείας, τῶν ἐξ οὐκ ὄντων καὶ κτίσμα φρονούντων προηγουμένως περὶ τὸ ἴδιον γένημα ψευδοδοξούντων. Εἰσὶ δὲ καὶ πνευματομαχοῦντες, δοξάζοντες ὡσεὶ ᾖ ἓν τῶν κτισμάτων. 4.88 Καὶ τὰ τρία δὲ τάγματα τῶν ἀπατωμένων ἄθεα περὶ τῆς Τριάδος φρονοῦσιν, πλὴν ἕκαστον, ὡς ἤδη εἴρηται, διάφορον ἔχει τὴν ἀσεβῆ ῥοπήν. 4.89 Ἐξαρθήσονται δὲ ἐν μηνὶ ἑνὶ καὶ οἱ οὕτω ἀσεβεῖς ποιμένες· μέχρι γὰρ τῆς παρούσης χρονικῆς ζωῆς ἡ ψευδὴς διδασκαλία τὴν ἐπαγγελίαν ἔχει, καταλυθησομένην ὅταν ἐπίλαμψις τελεία γένηται τοῦ ἀληθινοῦ φωτὸς μετὰ τὸν ἐνεστηκότα πονηρὸν αἰῶνα καὶ τὴν πρόσκαιρον ζωήν, ἐφ' ᾗ μόνῃ οἱ ἐλπίζοντες ἐλεεινότεροι πάντων ἀνθρώπων εἰσίν. 4.90 Γίνεται δ' ἡ ἔξαρσις τῶν τρίων φαύλων ἀγελαρχῶν, βαρυνομένης ἐπ' αὐτοὺς τῆς ψυχῆς τοῦ ταῦτα ἀπειλοῦντος βασιλέως, ἐπείπερ μισητὰ αὐτῷ πράττουσιν. 4.91 Ψυχὴ δὲ αὐτοῦ κατὰ πλείονας τρόπους λέγεται. 4.92 Καθ' ἕνα μὲν καὶ πρόχειρον, ἣν ὡς ἄνθρωπος τέλειος ἔχει, ἣν τίθεται ἵνα πάλιν λάβῃ αὐτήν. Τέθειται μὲν οὖν αὐτὴν λύτρον ἀντὶ πολλῶν αὐτὴν δεδωκώς, ὡς γράφειν περὶ αὐτοῦ τὸν μυσταγωγὸν τῆς ἀληθείας Ἰωάννην οὕτως· «Ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ ἀλλήλων τὰς ψυχὰς θεῖναι»· ἔλαβεν δὲ αὐτὴν ἐκ νεκρῶν ἀναστὰς «οὐκ ἐγκαταλειφθεῖσαν εἰς τὸν ᾅδην». 4.93 Κατ' ἄλλην θεωρίαν, ψυχή ἐστιν τοῦ ταῦτα λέγοντος Σωτῆρος πᾶς ἄνθρωπος οἰκειωθεὶς αὐτῷ ὡς χρηματίζειν «ἐν Χριστῷ ἄνθρωπος», ὡς μὴ διαφέρειν περὶ τούτου φάναι ὅτι ἄνθρωπος καὶ ψυχὴ Θεοῦ τυγχάνει. Ἠλίας γὰρ ἄνθρωπος Θεοῦ χρηματίζων καὶ ψυχὴ Θεοῦ ῥηθείη· ὡσαύτως καὶ ὁ ἱεροφάντης Μωϋσῆς, καὶ εἴ τις ἄλλος τῆς αὐτῆς ἁγιότητος καὶ ἀρετῆς μετέχει. 4.94 Οὐ πολλῶν δὲ μαρτυρίων χρεία τὸ νῦν, πολλάκις ἤδη ἀποδείξεως γεναμένης· ἀρκεῖ γὰρ τὴν Παύλου καὶ Πέτρου παραλαβεῖν φωνήν. Ὃ μὲν γὰρ ἔγραψεν· «Πᾶσα ψυχή», τοῦτ' ἔστιν ἄνθρωπος, «ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω», ὃ δέ· «Τοῦτ' ἔστιν ὀκτὼ ψυχαὶ διεσώθησαν», ὀκτὼ ψυχὰς λέγων τοὺς σωθέντας ἐν τῇ κιβωτῷ ἐν τῷ κατακλυσμῷ, τὸν Νῶε καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ, τήν τε γυναῖκα αὐτοῦ καὶ τὰς τρεῖς συμβιούσας τοῖς υἱοῖς αὐτοῦ. 4.95 Ἡ οὕτω λεγομένη Θεοῦ ψυχὴ βαρύνεται ἐπὶ τοὺς τρεῖς ἀναιρουμένους ποιμένας ἐν ἑνὶ μηνί, συναγανακτοῦσα τῷ ἐξαίροντι αὐτοὺς Σωτῆρι. Γίνεται δὲ ἡ ἔξαρσις αὐτῶν διὰ τὸ ἀπὸ ἀγριότητος τὰς ψυχὰς αὐτῶν ἐπωρύεσθαι λεόντων δίκην ἐπὶ τὸν ποιμένα τὸν ἀληθινόν. 4.96 Τῆς τῶν ποιμένων ὠμότητος περιγραφείσης, ὁ ἀγαθὸς ἀγελάρχης πρὸς τὰ ἀπολωλότα ὑπὸ τῶν φαύλων νομέων πρόβατα «Οὐ ποιμανῶ ὑμᾶς» ἀπειλῆς τρόπῳ λέγει, μάλιστα ὅτι ἔτι ἐτύγχανον ὑπὸ τοὺς βλαπτικούς· οὔπω γὰρ ἦσαν ἀναιρεθέντες· τὸ γὰρ «Ἐξαρῶ τοὺς τρεῖς ποιμένας» δείκνυσιν ὅτι ἀκμὴν ἐτύγχανον ἐπικείμενοι τοῖς πεπλανημένοις ὑπ' αὐτῶν ποιμνίοις. 4.97 Ποίῳ δὲ τρόπῳ καὶ τίνος ἕνεκα ἡ μία τῶν ῥάβδων κάλλος κέκληται, ἡ δὲ ἑτέρα σχοίνισμα, ἐν τοῖς ὅσον οὔπω ἐκτεθησομένοις σαφηνισθείη. Νῦν δὲ δεῖ σὺν Θεῷ φάναι· 4.98 Zach. XΙ, 9: Τὸ ἀποθνῇσκον ἀποθνῃσκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα κατεσθιέτωσαν ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. 4.99 Τοῦ ἀγαθοῦ νομέως ἐπιστατοῦντος τῆς ποίμνης, ἕκαστον τῶν προβάτων ὃν δεῖ τρόπον τημελεῖται.