1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

123

11Ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. Ἐπειδὴ γὰρ νομίζουσιν οἱ πολέμιοι μὴ μόνον ὑμῶν ἀλλὰ καὶ ἐμοῦ περιγενέσθαι καὶ διὰ τὴν ἐμὴν ἀσθένειαν κεκρατηκέναι ὑμῶν, τῆς πικρᾶς ὑμᾶς ἐκείνης ἐλευθερώσω δουλείας, ἵνα καὶ οἱ ἀγνοοῦντές με τὴν ἐμὴν καταμάθωσι δύναμιν. 12Ἄκουέ μου Ἰακὼβ καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ· Ἐγωεἰμι πρῶτος καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα. Εἰ πὼν γάρ · Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, εἰκότως ταῦτα ἐπήγαγε διδάσκων ὡς αὐτὸς καὶ τιμωρεῖται καὶ σῴζει. Αὐτὸς τὸν Ἀβραὰμ ἐκ γῆς Χαλδαίων ἐξήγαγεν, αὐτὸς αὐτοὺς τοῖς Βαβυλωνίοις παρέδωκεν, αὐτὸς τῆς ἐκείνων δυναστείας ἀπήλλαξεν, αὐτὸς δώ σει καὶ τὴν καινὴν διαθήκην. 13Καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. Καλέσω αὐτοὺς ἐγώ, καὶ στήσονται ἅμα 14καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται, τίς αὐτοῖς ἀνήγ γειλε ταῦτα. Καὶ δημιουργός εἰμι πάντων καὶ δεσπότης καὶ μάλα μοι ῥᾴδιον καὶ τὴν ἄψυχον καλέσαι καὶ παραστῆσαί μοι κτίσιν. Κύριος ἀγαπῶν σε ἐποίησε τὸ θέλημα αὐτοῦ ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων. ∆ιὰ τὴν περὶ σέ φησι φιλοστοργίαν πανωλεθρίαν ἐποίσω Βαβυλωνίοις καὶ πρόρριζον αὐτῶν ἀνασπάσω τὸ κράτος. 15Ἐγὼ ἐλάλησα καὶ ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ. Περὶ τοῦ Κύρου ταῦτα λέγει· οὗτος γὰρ καὶ τὴν Βαβυλωνίων δυναστείαν κατέλυσε καὶ τοὺς Ἰουδαίους δουλείας ἀπήλλαξεν. 16Προσαγάγετε πρός με καὶ ἀκούετε ταῦτα· Οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν |160 b| τόπῳ γῆς σκοτεινῷ· ἡνίκα ἐγίνετο, ἐκεῖ ἤμην. Ἐπειδὴ ταῖς σκυθρωπαῖς προρρή σεσιν ἠπιστήσατε, ταῖς γοῦν θυμήρεσι προφητείαις πιστεύ σατε. Οὐ γὰρ τοῖς εἰδώλοις παραπλησίως ἐν σκοτεινοῖς τισι καὶ ἀδύτοις τόποις τὰ ψευδῆ προθεσπίζω ἀλλ' οὕτως αὐτὰ καὶ πρὸ τῆς ἐκβάσεως οἶδα σαφῶς ὡς αὐτοῖς παρὼν τοῖς πράγμασι καὶ ἕκαστον θεωρῶν. Καὶ νῦν κύριος ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ. Ὁ προφήτης τοῦτο ἔφη. Οὐκ ἀπ' ἐμαυτοῦ φησι φθέγγομαι ἀλλ' ὑπὸ τοῦ θεοῦ τῶν ὅλων καὶ τοῦ παναγίου πνεύματος ἐκπεμφθείς. Σαφῶς δὲ ἡμῖν ἐνταῦθα ἕτερον ἔδειξε παρὰ τὸ τοῦ θεοῦ πρόσωπον, τὸ τοῦ πνεύματος πρόσωπον, εἰς ἔλεγχον καὶ τῶν Ἰουδαίων καὶ τῶν τὰ Σαβελλίου νοσούντων. Ἔφη γάρ· Κύριος ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ. Ἐπειδὴ γὰρ πολλάκις περὶ τῆς μιᾶς διελέχθη θεότητος νῦν μὲν λέγων· «Ἐγώ εἰμι πρῶτος καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα», νῦν δέ· «Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται», καὶ τὰς ἰδιότητας τῶν ὑποστάσεων ἀναγκαίως διδάσκει ποτὲ μὲν υἱοῦ καὶ πατρὸς ποτὲ δὲ πατρὸς καὶ πνεύματος ἁγίου. Καὶ περὶ μὲν υἱοῦ καὶ πατρὸς ἔφη· «Ὅτι ἐν σοὶ ὁ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ», περὶ δὲ τοῦ πατρὸς καὶ πνεύματος· «Κύριος ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ.» 17Οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ ἅγιος Ἰσραήλ· Ἐγώ εἰμι κύριος ὁ θεός σου, δέδειχά σοι εἰς ὠφέλειαν τοῦ εὑρεῖν σε τὴν ὁδόν μου, ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ. Οὐκ εἴασά σε πλανᾶσθαι, ἀλλὰ τὴν εὐθεῖάν σοι πορείαν ὑπ έδειξα. ∆ηλοῖ δὲ διὰ ταύτης τὸν νόμον. Καὶ σαφέστερον τοῦτο διὰ τῶν ἐπιφερομένων διδάσκει· 18Καὶ εἰ ἤκουσας τῶν ἐντο λῶν μου, ἐγένετο ἂν ὡς ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαι οσύνη σου ὡς κύματα θαλάσσης. Εἰ κατὰ τοὺς ἐμοὺς ἐπολιτεύσω νόμους, οὐκ ἂν ἐγεύσω πολεμικῶν συμφορῶν ἀλλ' εἰ ρήνη ς ἀπήλαυες ἀενάου ποταμοῦ ῥεύματα μιμου μένης καὶ μηδέποτε διακοπτομένης. Ἐν εἰρ ήνῃ δὲ βιοτεύουσα καὶ τοῖς ἐμοῖς ἑπομένη προστάγμασι τῆς δικαιοσύνης ἂν ἐκτήσω τὸν πλοῦ τον πλημμυροῦντα καὶ τοῖς θαλαττίοις παραβαλλόμενον κύμασιν. Ἐπειδὴ δὲ τούτοις προσέχειν οὐκ ἤ θελον Ἰουδαῖοι, σαρκικῷ δὲ φρονήματι προστετηκότες καὶ τὴν πολυγονίαν εὐδαιμο νίαν ἐ νόμιζον, καὶ ταῦτα εἰκότως ὁ προφητικὸς προστίθησι λόγος· 19Καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τῆς θαλάσσης τὸ σπέρμα σου καὶ τὰ ἔκγονά σου ὡσεὶ χοῦς τῆς γῆς. Εἶτα τὴν ὑπερβολὴν τῆς ἀγαθ ότητος δείκνυσιν· Καὶ οὐδὲ νῦν <οὐ μὴ> ἐξολοθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐναντίον ἐμοῦ. Ἀλλ' ὅμως καὶ τῶν ἐμῶν καταφρονή σαντας νόμων φειδοῦς ἀξιώσω, καὶ πάλιν ἐμὸς χρηματίσεις λαός.