1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

125

ταύτης τῆς ἡμέρας ὁ πᾶς τῶν ἁγίων χορὸς ἀνθρώπων τε καὶ ἀγγέλων μελῳδεῖ φάσκων· «Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ», ταύτης υἱοὶ τυγχάνοντες οἷς εἶπεν ὁ Σωτήρ· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» «Ἡ ἡμέρα ἤγγισεν, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.» 4.111 Τούτων τῶν θείων ἀνδραγαθημάτων ἀνυσθέντων, γνώσονται οἱ Χαναναῖοι ὄντες πρόβατα φυλασσόμενα «ὅτι λόγος Κυρίου ἐστὶν» ὁ περὶ τῶν ἐκκειμένων ῥάβδου τε καὶ διαθήκης πρὸς τοὺς λαοὺς ἅπαντας, ὅνπερ νοῆσαι προσῆκόν ἐστιν μεγάλων καὶ ὑπερφυῶν μυστηρίων δηλωτικὸν ὄντα. 4.112 Χαναναίους ἐκλημπτέον τοὺς ἡτοιμασμένους ἀπὸ τῶν ἐθνῶν εἰς τὸ γενέσθαι κληρονομία τοῦ Υἱοῦ τοῦ Θεοῦ δι' ἣν ἔσχον ἀτυφίαν πρὸς τοῦ εἰρηκότος· «Μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» 4.113 Zach. XΙ, 12-13: Καὶ ἐρῶ πρὸς αὐτούς· εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστιν, δότε στήσαντες τὸν μισθόν μου ἢ ἀπείπασθε· καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. Καὶ εἶπεν Κύριος πρός με· κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δοκιμεῖόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. Καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς, καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον. 4.114 Οἱ προφητικοὶ λόγοι αἰνιγματωδῶς προφερόμενοι ἀθρόως μεταβάλλουσι τὰ πρόσωπα τῶν λεγόντων καὶ περὶ ὧν λέγουσιν· καὶ ἐκ πολλῶν γε ῥητῶν ἔστι πιστώσασθαι καὶ ἀποδεῖξαι τὸ θεώρημα. Ὑπὲρ δὲ τοῦ μὴ μηκῦναι τὸν λόγον, παραληπτέον ἀπὸ τοῦ Ἰερεμίου ἐκ προσώπου τοῦ Θεοῦ λεγόμενον οὕτως· «Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἰερουσαλὴμ καὶ εἴδετε εἰ ἔστιν ἐκεῖ ποιῶν πίστιν καὶ ἔλεος», ἢ «κρίσιν» ὡς ἔνια τῶν ἀντιγράφων ἔχει, «καὶ εἶπα· ζῇ Κύριος, λέγουσιν· διὰ τοῦτο οὐκ ἐπὶ ψεύδεσιν ὀμνύουσιν.» 4.115 Φήσαντος γὰρ τοῦ Θεοῦ τοῖς ἁγίοις ἀνδράσιν· «Περιδράμετε ἐν ταῖς πλατείαις Ἰερουσαλὴμ καὶ εἴδετε εἰ ἔστιν ἐν αὐτῇ οἱ τάδε τινὰ ποιοῦντες», ἀποκρίνονται οἱ τὴν πρόσταξιν λαβόντες· «Ζῇ Κύριος, λέγουσιν»· πρὸς οὓς ὁ Θεός φησιν· «∆ιὰ τοῦτο οὐκ ἐπὶ ψεύδεσιν ὀμνύουσιν.» Ὅρα ποσαὶ μεταβολαὶ προσώπων ἐν ταῖς ὀλίγαις ταύταις συμβολαῖς φέρονται, οὐ διασταλεῖσαι κατὰ τὴν λέξιν ἀλλ' ἐν τῇ νοήσει. 4.116 Ὡς οὖν ἔχει ἐπὶ τῆς παραληφθείσης μαρτυρίας, οὕτως ἔχει καὶ ἐν τῇ ἐκτεθείσῃ τοῦ Ζαχαρίου φωνῇ. Εἰπὼν γὰρ ὁ Σωτήρ-αὐτὸς γάρ ἐστιν ὁ ἀπαγγέλλων τὰ προκείμενα περὶ τῆς ἀποβολῆς τῶν ἐκ περιτομῆς-καὶ ἑξῆς ἀπαγγείλας περὶ τῆς κλήσεως τῆς τῶν ποτ' εἰδωλολατρούντων ἐθνῶν, ἀπὸ ἑτέρας ἀρχῆς φησιν· Ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτούς, δηλαδὴ τοὺς Ἰουδαίους· Εἰ καλὸν καὶ δίκαιον ἐνώπιον ὑμῶν ὑπάρχει, δότε στήσαντες, τοῦτ' ἔστιν ὁρίσαντες, τὸν μισθόν μου· εἰ δὲ μὴ, ἀπείπασθε παραιτούμενοί μου τοὺς λόγους. Οἳ δὲ ὡμολόγησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς εἶναι. 4.117 Μισθὸν δὲ καὶ ἀργύριον ἀνηγμένως προσήκει ἐκλαβεῖν. Πολλαχοῦ γὰρ τῆς θείας παιδεύσεως τὰ λόγια καὶ ὁ λόγος τῷδε τῷ ὀνόματι δηλοῦνται· «Τὰ λόγια γὰρ Κυρίου, λόγια ἁγνά, ἀργύριον πεπυρωμένον δοκιμεῖον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως.» Καὶ πάλιν παροιμιωδῶς λέγεται· «Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου.» ∆ηλοῦται γὰρ ὁ λόγος τῷ ὀνόματι τῆς γλώττης. 4.118 Καὶ ἐπεὶ οὐ πᾶν τὸ ἀλληγορικῶς ἀργύριον ἐπαινετόν ἐστιν ἀλλὰ καὶ ψεγόμενον, λέγων οὖν ὁ Θεὸς τοῖς ψευδοδιδασκάλοις τοῦ Ἰσραήλ· «Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον», οὐκ αἰσθητὸν νόμισμα αἰτιᾶται, ἀλλὰ δολερὸν λόγον. Καὶ περὶ τῶν χρωμένων αὐτῷ τοῖς διορατικοῖς τὸν Θεὸν εἰπεῖν· «Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν Κύριος» τὴν γενεὰν τὴν ποιοῦσαν ταῦτα, φανερὸν ὅτι τὰ δολερὰ καὶ ἀπηγορευμένα. 4.119 Ταύτης τῆς νοήσεώς ἐστιν τὸ παροιμιῶδες θέσπισμα προφερόμενον οὕτως· «Ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον.» Τὸν γὰρ ἀπατηλὸν καὶ ἐριστικὸν σὺν δόλῳ προφερόμενον λόγον ὑπὸ σοφιστῶν, κἂν