1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

125

τῆς οἰκονομίας μυστήριον. 3Καὶ εἶπέ μοι· ∆οῦλός μου εἶ σὺ Ἰσραήλ<, καὶ ἐν σοὶ δοξασθήσομαι>. Κατὰ τὸ ἀνθρώπειον καὶ ταῦτα νοητέον· κατὰ γὰρ τὸ ἀνθρώπειον καὶ Ἰσραὴλ ὀνομάζεται καὶ Ἰακὼβ καὶ ∆αυὶδ καὶ υἱὸς ∆αυὶδ καὶ σπέρμα Ἀβραὰμ καὶ ὅςα τοιαῦτα. ∆οῦλον δὲ αὐτὸν καλεῖ, ἐπειδὴ ἐκ δουλικῆς φύσεως ἡ τοῦ δούλου μορφὴ ἣν ὁ θεὸς λόγος ἀνέλα βεν . ∆ηλοῖ δὲ οὐ τὴν ἀξίαν ἀλλὰ τὴν φύσιν ὁ λόγος· οὐ γὰρ ἡ τοῦ δούλου μορφὴ δοῦλος. «Ἐχαρίσατο» γὰρ «αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα», τουτέστι τὸ εἶναι υἱός. Ὥσπερ γὰρ ὡς θεὸς ὁ δεσπότης Χριστὸς ἀεὶ ἦν υἱός, οὕ τω λαμβάνει ὡς ἄνθρωπος τὸ εἶναι υἱός. Οὐ γὰρ ἄλλος υἱὸς ἐκεῖνος καὶ ἄλλος οὗτος ἀλλ' ὁ αὐτός ἐστιν υἱὸς ὡς θεὸς καὶ λαμβάνει τὸ εἶναι υἱὸς ὡς ἄνθρωπος. 4Καὶ ἐγὼ εἶπον· Κενῶς ἐκοπίασα εἰς μάταιον καὶ εἰς οὐθὲν ἔδωκα τὴν ἰσχύν μου. Ἐκ προσώπου καὶ ταῦτα εἴρηται τοῦ δεσπότου Χριστοῦ τὴν Ἰουδαίων δυςχεραίνοντος ἀπιστίαν. Οὐδὲν γάρ φησι τῆς τοσαύτης ἀπώναντο ταπεινώ σεως, οὐδεμίαν γὰρ ὄνησιν ἐκ τῶν θαυμάτων ἐδέξαντο. ∆ιὰ τοῦτο ἡ κρίσις μου παρὰ κυρίῳ, καὶ ὁ πόνος μου ἐνώπιον τοῦ |161 b| θεοῦ μου. Οἱ Τρεῖς Ἑρμηνευταὶ ἀντὶ τοῦ πόνου «τὸ ἔργον» τεθείκασιν. ∆ῆλον τοίνυν ὡς καὶ <οἱ> Ἑβδομήκοντα πόνον τὸ ἔργον, οὐ τὴν ὀδύνην ἐνόησαν. Λέγει δὲ ὅτι εἰ καὶ οὗτοι οὐδεμίαν ὠφέλειαν ἐδέξαντο, ἀλλ' οὖν ἐγὼ τὸ οἰκεῖον ἔργον πεπλήρωκα καὶ τοῦτο δῆλόν ἐστι τῷ θεῷ. Χρὴ μέντοι εἰδέναι ὅτι ὡς ἄνθρωπος ταῦτα λέγει· καὶ γὰρ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ὡς ἄνθρωπος πλεῖστα ἐφθέγξατο ταπεινά. Τοιοῦτόν ἐστι τό· «Πορεύομαι πρὸς τὸν θεόν μου καὶ θεὸν ὑμῶν», καὶ· «Ἐντολὴν ἔλαβον τί εἴπω καὶ τί λαλήσω», καὶ· «Οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ», καὶ ὅσα τοιαῦτα. 5Καὶ νῦν οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτόν, καὶ Ἰσραὴλ συναχθήσεται πρὸς αὐτόν. Τὸ δέ· Ἰσραὴλ συναχθήσεται πρὸς αὐτόν, ὁ Θεοδοτίων οὕτως ἡρμήνευσεν· «Καὶ Ἰσραὴλ οὐκ ἐπισυναχθήσεται», καὶ ὁ Σύμμαχος· «Καὶ Ἰσραὴλ μὴ προστεθῇ.» Ἐπὶ τούτῳ γάρ φησιν ἐγὼ διεπλάσθην ὥστε τὸν πλανώμενον Ἰσραὴλ διασῶσαι· οὗτος δὲ τῇ πονηρίᾳ προσμένει. Ταῦτα καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις φησίν· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰακώβ», καὶ πάλιν τοῖς ἀποστόλοις· «Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰακώβ.» Ταῦτα μὲν οὖν ἔλεγε τὴν οἰκείαν φιλανθρω πίαν δεικνύς, τὴν δὲ ἐκ είνων ἀπείθειαν ἐλέγχων. Καὶ ταῦτα ἐν ἑτέρῳ ἔφη χωρίῳ· «Ὑμεῖς οὔκ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν· τὰ γὰρ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει.» Πάλιν δὲ δοῦλον ἑαυτὸν ὀνομάζει τὴν φύσιν τὴν ληφθεῖσαν δεικνύς. Φύσεως οὖν ἐνταῦθα ἀλλ' οὐκ ἀξίας ἡ τοῦ δούλου προσηγορία ση μαντική. Εἰ γὰρ ἡμεῖς διὰ τὴν ἀπαρχὴν οὐ δοῦλοι, πολλῷ μᾶλλον ἐκείνη τῷ θεῷ συναφθεῖσα λόγ ῳ δεσπόζει πάντων ἀλλ' οὐ δουλεύει, δι' ἣν καὶ ἡμεῖς τῆς ἐλευθερίας τετυχήκαμεν. Καὶ δοξασθήσομαι ἐναντίον κυρίου, καὶ ὁ θεός μου ἔσται μου ἰσχύς. 6Καὶ εἶπέ μοι· Μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Καὶ ταῦτα πάλ ιν ἀνθρωπίνως νοητέον· οὐδὲ γὰρ ὁ θεὸς λόγος μεγίστην εἶχε τιμὴν τὸ κληθῆναι δοῦλος τοῦ θεοῦ καὶ πατρός· τὸ γὰρ παῖδά μου «δοῦλον» καὶ ἡ Ἑβραίων φωνὴ καὶ οἱ Τρεῖς λαλοῦσιν Ἑρμηνευταί. Εἶτα τὴν Ἰουδ αίων ἀπείθειαν καὶ τῶν ἐθνῶν τὴν σωτηρίαν προλέγων· Ἰδού φησι δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχά του τῆς γῆς. Γένος κατὰ σάρκα τοῦ κυρίου κοινὸν μὲν ἅπασα τῶν ἀνθρώπων ἡ φύσις, ἴδιον δὲ καὶ πελάζον ὁ Ἰσραήλ. Ἐπειδὴ τοίνυν πρὸς μὲν τὸν Ἰσραὴλ παρεγένετοτὰ δὲ ἔθνη διὰ τῶν ἀποστόλων ἐφώτισε, δέδωκά σέ φησι τούτοις διὰ τὴν πρὸς τοὺς πατέρας αὐτῶν γεγενημένην ἐπαγγελίαν, φωτιῶ δὲ διὰ σοῦ τὰ ἔθνη καὶ πᾶσιν ἀνθρώ ποις παρέξω τὴν σωτηρίαν-τοῦτο γὰρ σημαίνει τὸ ἕως ἐσχάτου τῆς γῆς-καὶ πέρας ἐπιθήσω ταῖς πρὸς τοὺς πατέρας αὐτῶν γεγενημέναις μοι συνθήκαις· τὴν γὰρ διαθήκην «συνθήκην» οἱ Λοιποὶ ἡρμήνευσαν. 7Οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε, ὁ θεὸς Ἰσραήλ. Ταῦτα πρὸς τοὺς τῆς σωτηρίας