1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

126

ἀξιωθέντας ὁ τῶν ὅλων λέγει θεός, οἳ ἐξ ἐθνῶν καὶ ἐξ Ἰουδαίων ἐκλεγέντες εἰς μίαν ἐκκλησίαν ἐτέλουν. Ἁγιάσατε τὸν φαυλίζοντα ἑαυτόν, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ. Τὸν φαυλίζοντα «ἐξουθενημένον» οἱ Τρεῖς ἡρμήνευσαν· «Ἐν μορφῇ γὰρ θεοῦ ὑπάρχων ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν καὶ ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Τοῦτον ὑμνεῖν καὶ ἁγιάζειν παρα κελεύεται τοῖς τῆς σωτηρίας τετυχηκόσιν· τὸ γὰρ ἁγιάσατε ἀντὶ τοῦ ὑμνήσατε τέθεικεν· οὕτω γὰρ καὶ προσευχόμε νοι λέγομεν· «Ἁγιασθήτω τὸ ὄνομά σου» ἀντὶ τοῦ δο ξασθήτω. Τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων. «Ὁ γὰρ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυ μένοις μωρία ἐστίν», καὶ πάλιν ὁ αὐτὸς ἀπόστολος· «Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν.» Τοῦτο κἀνταῦθα ἡ προφητεία προλέγει, ὅτι |162 a| καταγέλαστον ἐδόκει τοῖς ἀπιστοῦσι τὸ κήρυγμα καὶ οἱ ἀνθρώποις ἄρχουσι δου λεύον τες τὸν τῶν ἁπάντων κύριον δεσπότην ἔχειν οὐ κατεδέχοντο. Ἀλλ' ὅμως μετὰ τὴν ἀπιστίαν καὶ τὴν πίστιν προθεσπίζει· Βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου, ὅτι πιστός ἐστιν ὁ ἅγιος τοῦ Ἰσραὴλ καὶ ἐξελέξατό σε. Ταῦτα τῆς παρ' ἡμῶν ἑρμηνείας οὐ δεῖται· ὁρῶμεν γὰρ καὶ βασιλέας καὶ ἄρχοντας τὸν δεσπότην προσκυνοῦντας Χριστόν, ὃς τοὺς πιστεύοντας εἰς αὐτὸν ἐξελέξατο. 8Οὕτως λέγει κύριος· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔπλασά σε καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆ σαι κληρονομίαν ἐρήμου 9λέγοντα τοῖς ἐν δεσμοῖς· Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε. Μεγίστης ἀνοίας τὸ ταῦτα προσαρμόζειν τῷ Ζοροβάβελ· Ἰουδαίους γὰρ ἐκεῖνος ἐκ Βαβυλῶνος ἐπανήγαγεν, οὐ τὰ ἔθνη τῆς πλάνης ἀπήλλαξεν οὐδὲ τὴν καινὴν τοῖς ἔθνεσι προσενήνοχε διαθήκην. Περὶ τοῦ δεσπότου τοίνυν καὶ ταῦτα προλέγει Χριστοῦ· αὐτὸς γὰρ τὴν εὐσεβείας ἔρημον οἰκουμένην φυτῶν πεπλήρωκε θείων, αὐτὸς γὰρ τὴν διεφθαρμένην κατέστησε γῆν, αὐτὸς τοὺς ταῖς ἁμαρτίαις πεπεδημέν ους τῶν δεσμῶν ἠλευθέρωσεν, αὐτὸς τοὺς ἐν σκότει καθημένους τῷ φωτὶ τῆς θεογνωσίας ἐφώτισεν. Πρὸς αὐτὸν τοίνυν κατὰ τὸν τῆς οἰκονομίας λόγον φησὶν ὁ πατήρ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Εὑρίσκομεν δὲ κἀν τοῖς θείοις εὐαγγελίοις τὸν δεσπότην Χριστὸν ἀνθρωπίνως προσευχόμενον καὶ νῦν μὲν λέγοντα· «Θεέ μου, θεέ μου, ἱνατί με ἐγκατέλιπες;», νῦν δέ· «Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου», καί· «Πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ», καὶ ἀλλαχοῦ· «∆όξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε.» Ὅτι δὲ καὶ ἐπήκουσε, μαρτυρεῖ τῶν εὐα γγελίων ἡ ἱστορία· «Ἦλθε γάρ» φησι «φωνὴ ἐκ τοῦ οὐρανοῦ λέγουσα· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.» Εἶτα διδάσκων ὁ κύριος τοὺς Ἰουδαίους, ὡς οἰκονομικῶς προσήνεγκε τὴν εὐχήν, ἔφη· «Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη ἐγένετο ἀλλὰ δι' ὑμᾶς, ἵνα ὑμεῖς πιστεύσητε.» Εἰ δὲ δι' αὐτοὺς ἡ φωνὴ ἐγέν ετο, δι' αὐτοὺς καὶ ἡ εὐχὴ ἐγένετο. Καὶ οὐ σμικρύνει ταῦτα τοῦ μονογενοῦς τὴν θεότητα· δῆλος γὰρ τῆς ο ἰκο νομίας ὁ λόγος. Ὁ μέντοι προφητικὸς λόγος προαγορεύσας τοῖς πεπεδη μένοις τὴν λύσιν καὶ τοῖς ἐν σκότει καθημένοις τοῦ φωτὸς τὴν ἀπόλαυσιν, καὶ τὴν εὐαγγελικὴν προθεσπίζει χάριν· Ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν. Οὐδὲ γάρ, καθάπερ τὴν παλαιὰν λατρείαν τῷ ἐν Ἱεροσολύμοις ναῷ περιέγραψεν, οὕτω καὶ τὴν καινὴν λειτουργίαν ἑνὶ περιορίζει χωρίῳ, ἀλλὰ καὶ ἐν πόλεσι καὶ ἐν ἀγροῖς καὶ ἐν ὄρεσι καὶ ἐν παντὶ τόπῳ τοῖς θείοις προβάτοις τὴν τροφιμωτάτην προσφέρει νομήν. 10Οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς ὁ καύσων οὐδὲ ὁ ἥλιος, ἀλλ' ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς. Τῷ μὲν Ἰσραὴλ ἠπ εί λησε τὸν τοῦ λόγου λιμὸν καὶ τὴν τῶν νεφελῶν ἀνυδρίαν· Ἐπάξω γάρ φησι «λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου», καὶ πάλιν· «Ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ <μὴ> βρέξαι