1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

127

Ἰσραήλ. 4.130 ∆ύο ῥάβδους εἰληφὼς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ὧν τὴν μὲν καλλός, τὴν δὲ σχοίνισμα προσηγόρευσεν, πρότερον ἀπορρίψας τὴν κληθεῖσαν καλλός, μυστήρια ἐφανέρωσεν τὰ ἤδη σαφηνισθέντα. Νῦν τὴν ὀνομαζομένην σχοίνισμα ἀπορρίψας, διεσκέδασεν διαθήκην τὴν ἀνὰ μέσον τοῦ Ἰσραὴλ καὶ Ἰούδα. 4.131 Τίς δέ ἐστιν ἡ κληθεῖσα σχοίνισμα ῥάβδος, ἐκ τῆς μεγάλης ᾠδῆς ἔστι πάλιν μαθεῖν. Ἔχει δὲ οὕτω τὰ τῆς ᾠδῆς ἃ καὶ πρότερον ἐκτέθειται· «Ὅτε διεμέριζεν ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Λέγεται δὲ ταῦτα περὶ παντὸς τοῦ Ἑβραίων ἔθνους ὄντος ῥάβδου καὶ μερίδος μιᾶς. Καὶ διέμεινέν γε μέχρι πολλοῦ ἄσχιστον τὸ πᾶν ἔθνος μία ῥάβδος χρηματίζον, κατὰ τὸ ἐν Ψαλμοῖς ἀπαγγελλόμενον πρὸς τὸν πάντων βασιλέα καὶ προνοητήν· «Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου.» 4.132 Ἡ μία βασιλεία αὕτη εἰς δύο ἀρχὰς διῃρέθη, ὡς τὴν μὲν Ἰούδαν καλεῖσθαι, τὴν δὲ Ἐφράιμ, τῷ τοὺς μὲν ἀπομείναντας ἐν τῇ Ἰερουσαλὴμ ἄρχεσθαι ὑπὸ τοῦ οἴκου ∆αυὶδ τὴν διαδοχὴν ἐχόντων ἐκ τῆς τοῦ Ἰούδα φυλῆς, τῶν εἰς τὴν Σαμάρειαν καταβάντων ἡγούμενον ἐχόντων τὸν Ἰεροβοὰν ἐξαμαρτήσαντα τὸν Ἰσραὴλ ὑπάρχοντα ἐκ τῆς τοῦ Ἐφράιμ φυλῆς. 4.133 Καὶ ἐπὶ πολύ γε ἡ τοῦ σχίσματος κακοπραγία διέμεινεν, διαστασιαζόντων καὶ πρὸς ἀλλήλους διαφερομένων τοῦ βασιλέως τοῦ Ἰούδα καὶ τοῦ τυράννου τῆς Σαμαρείας, ἕως οἰκτείρῃ Θεός, πάλιν μίαν βασιλείαν τὰς δώδεκα φυλὰς ἀναδείξῃ, μόνου τοῦ Ἰούδα κρατοῦντος ὡς καὶ πρὸ τοῦ σχίσματος. 4.134 Περὶ ταύτης τῆς ἀποκαταστάσεως ἐν Ὠσῆε τῷ προφήτῃ φέρεται, τοῦ παμβασιλέως λέγοντος· «Συναχθήσονται οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ Ἰούδα, καὶ θήσουσιν αὐτοῖς ἀρχὴν μίαν καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεσδραέλ.» 4.135 Ἐπιστατέον τῇ προφητείᾳ δηλούσῃ ὡς ἀναβαίνουσιν ἐκ τῆς γῆς οἱ εἰς μίαν βασιλείαν ἀποκαθιστάμενοι, κάτω ἐν τῇ γῇ δηλονότι ὑπάρχοντες, ὅτι διεστασίαζον πρὸς ἑαυτοὺς ἔξω τῆς μοναδικῆς ἡγεμονίας σκορπισθέντες. Τῆς τοῦ σχίσματος διαθήκης ἀνὰ μέσον τοῦ Ἰούδα καὶ τοῦ Ἰσραὴλ πρὸς καιρὸν ἐνεργησάσης, σκεδασμὸς καὶ λύσις αὐτῆς χάριτι τοῦ Σωτῆρος γίνεται, ἵν' ἐκποδὼν τῆς διαφορᾶς τῶν σχισμάτων γεγενημένης, ἡ καλουμένη σχοίνισμα ῥάβδος ὑπὸ βασιλέα ἕνα ὡς πρότερον γένηται, τὸν ἐκ τοῦ Ἰούδα τὴν διαδοχὴν ἔχοντα, ὥστε μίαν ποίμνην καὶ ἕνα ποιμένα ὑπᾶρξαι ὑπὸ τοῦ νομίμου βασιλέως παντὸς τοῦ ἔθνους κρατουμένου. 4.136 Περὶ τῆς τοιαύτης ἀποκαταστάσεως τῶν δύο βασιλειῶν εἰς νόμιμον μίαν ἀρχήν, καὶ ἐν τῷ προφήτῃ Ἰεζεκιὴλ φέρεται· ἔχει δ' οὕτως ἡ προφητικὴ φωνή· «Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Υἱὲ ἀνθρώπου, λαβὲ σεαυτῷ ῥάβδον καὶ γράψον ἐπ' αὐτὴν τὸν Ἰούδαν καὶ τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προσκειμένους ἐπ' αὐτόν· καὶ ῥάβδον δευτέραν λήμψῃ σεαυτῷ καὶ γράψεις αὐτήν· Τῷ Ἰωσήφ, ῥάβδον Ἐφράιμ καὶ πάντας τοὺς υἱοὺς Ἰσραὴτοὺς προστεθέντας πρὸς αὐτόν. Καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας σαυτῷ εἰς ῥάβδον μίαν τοῦ δῆσαι αὐτάς, καὶ ἔσονται ἐν τῇ χειρί σου. 4.137 Καὶ ἔσται ὅταν λέγωσιν πρὸς σὲ υἱοὶ τοῦ λαοῦ σου λέγοντες· Οὐκ ἀπαγγέλλεις ἡμῖν τί ἐστιν ταῦτά σοι; Καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Κύριος Κύριος· Ἰδοὺ ἐγὼ λήμψομαι τὴν φυλὴν Ἰωσὴφ τὴν διὰ χειρὸς Ἐφράιμ καὶ τὰς φυλὰς Ἰσραὴλ τὰς προσκειμένας πρὸς αὐτόν, καὶ δώσω αὐτοὺς ἐπὶ τὴν φυλὴν Ἰούδα· καὶ ἔσονται αἱ ῥάβδοι ἐφ' αἷς σὺ ἔγραψας ἐπ' αὐταῖς ἐν τῇ χειρί σου ἐνώπιον αὐτῶν, καὶ ἐρεῖς αὐτοῖς· 4.138 Τάδε λέγει Κύριος Κύριος· Ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐκεῖ καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραήλ· καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἓν ἐν τῇ γῇ μου καὶ ἐν τοῖς ὄρεσιν Ἰσραήλ,