1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

127

ἐπ' αὐτὸν ὑετόν.» Ἐνταῦθα δὲ τὴν ἀφθονίαν τοῖς εἰς αὐτὸν πεπιστευκόσι τῆς θείας τροφῆς καὶ τῆς θείας πόσεως ἐπαγγέλλεται καὶ τῶν σωτηρίων πηγῶν τὴν ἀέναον χορηγίαν. 11Καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. Κατὰ ταὐτὸν καὶ τὴν εὐκολίαν ἐσήμανε καὶ τὴν ἄδειαν τῆς νομῆς. 12Ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσι καὶ οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Τὰ τέσσαρα τῆς οἰκουμένης δεδήλωκε τμήματα· διὰ μὲν γὰρ τῶν Περσῶν τὸ ἑῷον, διὰ δὲ τῆς θαλάττης τὸ ἑσπέριον, εἶτα τὸ βόρειον ἐναργῶς καὶ αἰνιγμα τωδῶς τὸ νότιον· τοῦτο γὰρ διὰ τοῦ πόρρωθεν κέκληκεν. Ἄδηλα γὰρ ἡμῖν τὰ νοτιώτερα, ἐπειδὴ μᾶλλον τοῖς |162 b| βορειοτέ ροις πελάζομεν. 13Εὐφραίνεσθε οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, ῥηξάτω τὰ ὄρη εὐφροσύνην καὶ οἱ βουνοὶ δικαιοσύνην, ὅτι ἠλέησε κύριος τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. Ἐπιστῆσαι δεῖ ὡς ἐνταῦθα οὔτε τοῦ Ἰσραὴλ οὔτε τοῦ Ἰακὼβ ἐμνημόνευσεν ἀλλὰ λαὸν ὠνόμασεν οὓς πανταχόθεν συνήγαγε καὶ τῆς σωτηρίας ἠξίωσεν. Ἐκάλεσε δὲ πάλιν τὴν κτίσιν εἰς κοινωνίαν τῆς εὐφροσύνης, ἐπειδὴ καὶ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρειν ὁ κύριος ἔφη τῶν ἀγγέλων τοὺς δήμους. 14Εἶπε δὲ Σιών· Ἐγκατέλιπέ με κύριος, καὶ ὁ θεὸς ἐπελάθετό μου. Ταῦτα μὲν οὖν φησι μακροῖς ἔσται χρόνοις, καὶ ποιήσει ταῦτα ὁ ἐξ Ἰουδαίων κατὰ σάρκα βλαστήσας. Οἱ δὲ τοῦτον τὸν θησαυρὸν ἐν ἑαυτοῖς ἔτι κεκρυμμένον ἔχοντες ἐγκαταλελεῖφθαι νομίζουσι καὶ τῆς ἐμῆς ἐστερῆσθαι προνοίας. Σιὼν γὰρ τοὺς ἐν Σιὼν οἰκοῦντας καλεῖ. Εἶτα παραβολικῶς· 15Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Ἔδειξε διὰ τῆς συγκρίσεως, ἣν ἔχει φιλοστοργίαν. ∆ιὰ μέντοι τῶν ἐπαγομένων τὴν ὑπερβολὴν διδάσκει· Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνή, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαι, λέγει κύριος. Οὐ γὰρ μόνον μιμοῦμαι μητέρας ἀλλὰ καὶ νικῶ μητέρας τῇ εὐσπλαγχνίᾳ. 16Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός. Βαβυλώνιοι τὴν πόλιν ἑλόντες τὰ τείχη κατέλυσαν. Τούτων τὴν οἰκοδομίαν προλέγει καὶ διδάσκει ὡς αὐτὸς οἷόν τις ἀρχιτέκτων διαγράφει τὴν τῶν περιβόλων οἰκοδομίαν. Ἀντὶ γὰρ τοῦ ἐζωγράφησα ὁ μὲν Σύμμαχος «ἐχάραξα» τέθεικεν, ὁ δὲ Θεοδοτίων «διέγραψα», ὁ δὲ Ἀκύλας «ἠκρίβωσα». 17 Καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ' ὧν καθῃρέθης. Ὁ Βαβυλωνίων κατέλυσε βασιλεύς, ὁ δὲ Περσῶν οἰκοδομηθῆναι προσέταξεν. Ἀλλὰ καὶ οὗτοι πάλαι τοῖς Ἀσσυρίοις ὑπακούοντες σὺν αὐτοῖς εἷλον τὴν πόλιν. Ὅθεν τοὺς αὐτοὺς καὶ καταλῦσαι καὶ οἰκοδομῆσαι ἔφη. Καὶ οἱ ἐρημώσαντές σε ταχὺ ἐκ σοῦ ἐξελεύσονται. Ἁμαρτημάτων τίνοντες δίκας ταῖς τῶν πολε μίων χερσὶ παρεδόθησαν. Αἴτιοι δὲ τῶν ἁμαρτημάτων οἱ δαίμονες οἷς ἐλάτρευον ἀποκαλοῦντες αὐτοὺς θεούς. Προλέγει τοίνυν καὶ τῆς τῶν εἰδώλων θεραπείας τὴν παῦλαν καὶ τὴν τῆς πλάνης ἀπαλλαγήν. 18Ἇρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε πάντας τοὺς υἱούς σου, ἰδοὺ συνήχθησαν καὶ ἦλθον πρὸς σέ. Ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ ὡς στολὴν καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης. Ὅρκῳ βεβαιοῖ τὴν πρόρρησιν ὁ δεσπότης πείθων τοὺς ἀπειθεῖς ὡς ἀκο λ ουθήσει τῷ λόγῳ τὸ ἔργον. Προεῖπε δὲ τὴν τῶν αἰχμαλώτων ἐπάνοδον πρὸς τὴν τῆς πόλεως δι αλεγόμενος ἐρημίαν καὶ διδάσκων ὅτι πάλιν τὸν οἰκεῖον ἀπολήψεται κόσμον· κοςμοῦσι δὲ πόλιν οἱ ἐνοικοῦντες. 19Ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ πεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν οἰκούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ κατα πίνοντές σε. Τῶν μὲν γὰρ πολεμίων πόρ ρω γ ενήσῃ, τῶν δὲ οἰκητόρων ὑποδέξῃ τὸ πλῆθος ὡς τὴν νῦν ἔρημον φαινομένην πρὸς τοὺς ἐ νοικοῦντας ὀφθῆναι σμικράν. 20Ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπώλε σας· Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω. Προσωποποιίᾳ πάλιν ὁ προφητικὸς κέχρηται λόγος εἰς πλείονα σαφήνειαν τῶν λεγομένων. 21Καὶ ἐρεῖς τῇ καρδίᾳ σου· Τίς ἐγέννησέ μοι σὺν τούτοις; Ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, πάροικος καὶ ἐκκεκλεισμένη· τούτους δὲ τίς ἐξέθρεψέ μοι; Ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι