1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

128

ποῦ ἦσαν; Τὸ ἐκκεκλεισμένη «αἰχμάλωτος» ὁ Σύμμαχος ἡρμήν ευ σεν· εἰώθασι δὲ τοὺς αἰχμαλώτους καθείργειν καὶ φρουρεῖν. Χηρείαν δὲ καλεῖ τῆς βασιλείας τὴν στέρησιν, ἀτεκνίαν δὲ τοῦ ἄλλου πλήθους τὴν ἐρημίαν. 22Οὕτως |163 a| λέγει κύριος· Ἰδοὺ ἀρῶ εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ' ὤμων ἀροῦσιν· 23καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι αὐτῶν τροφοί σου. Ταῦτα οὐδαμῶς ἁρμόττει τοῖς ἀπὸ Βαβυλῶνος ἐπανελθοῦσιν· οὐδὲ γὰρ βασιλεῖς ἐκείνων καὶ ἄρχοντες ἐγένοντο τιθηνοὶ καὶ τροφοί. Προστέθεικε τοίνυν ὁ προφητικὸς λόγος τοῖς ἤδη τεθεσπισμένοις τὰ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐνανθρώπησιν γεγενημένα. ∆ιὰ γὰρ τῶν ἱερῶν ἀποστόλων καὶ οἱ τὰς νήσους καὶ οἱ τὰς ἠπείρους οἰκοῦντες τὸ σωτήριον ἐδέξαντο κήρυγμα. Σύσσημον δὲ αὐτοῦ καλεῖ τοῦ σωτηρίου σταυροῦ τὸ σημεῖον· τοῦτο γὰρ πανταχοῦ κηρύξαντες οἱ θεῖοι ἀπόστολοι οὐ μόνο ν τοὺς ἐξ ἐθνῶν ἀλλὰ καὶ τοὺς ἐξ Ἰουδαίων πιστεύοντας τῷ δεσπότῃ προσέφερον. Καὶ πάντες μέχρι καὶ τήμερον εἰς τὴν Ἱερουσαλὴμ συντρέχουσι, τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως τοὺς τριποθήτους τόπους ἰδεῖν ἱμειρό μενοι. Ταύτης τοίνυν τῆς ἐκ πάσης γῆς καὶ θαλάττης συνειλεγμένης ἐκκλησίας ἐγένοντο βασιλεῖς τιθηνοὶ καὶ οἱ ἄρχοντες τροφοί, οἱ μὲν ἀπαρχὰς οἱ δὲ δεκάτας προσφέροντες. Αὐτοὶ δὲ οὗτοι οἱ βασιλεῖς καὶ σιτηρέσιον ἀπένειμαν τοῖς ἀφιερωμένοις τῷ τῶν ὅλων θεῷ. Καὶ τὰ ἑξῆς δὲ σαφέστερον ταῦτα διδάσκει· Ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί ςοι καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος, καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με. Ταῦτα καθ' ἑκάστην ἡμέραν ὁρῶμεν γιγνόμενα· ἐν γὰρ ἁπάσαις ταῖς ἐκκλησίαις τὰ μέτωπα τῷ ἐδάφει πελάζοντες καὶ τὰ χείλη τοῖς προθύροις προσφέ ροντες δηλοῦσιν, ἣν περὶ τὸν θεὸν ἔχουσι τιμήν . ∆ιαφε ρόντως δὲ ἔστιν ἰδεῖν πληρουμένην τὴν προφητείαν ἐν τοῖς Ἱεροσολύμοις, ἔνθα καὶ τὸν χοῦν ὡ ς οὐ ράνιον ἁρπάζουσι δῶρον καὶ τοῦτον περιλιχμῶνται καὶ φάρμακον ψυχῆς ἡγοῦνται καὶ σώ ματος . Εἶτα διδάσκει πῶς τοῖς πεπιστευκόσι τῆς σωτηρίας μετέδωκε καὶ ὅπως αὐτοὺς τῆς τοῦ διαβόλου δ ου λείας ἀπαλλάξας τῆς ἐλευθερίας ἠξίωσεν· 24Μὴ λήψεταί τις παρὰ γίγαντος σκῦλα; Καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, εἰ σωθήσεται; Γίγαντα καλεῖ τὸν διάβολον ὡς τύραννον. Οὗτος ἡμᾶς δουλωσάμενος παν οπλίαν οἰκείαν εἰργάσατο· διὰ γὰρ τῶν ἡμετέρων ἡμῖν πολεμεῖ μελῶν. Ἀδίκως δὲ ἡμᾶς ᾐχμαλώτευσεν οὐ δεμίαν ἐγκαλῶν ἀδικίαν. 25Οὕτως λέγει κύριος· Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκῦλα· λαμβάνων δὲ παρ' ἰσχύοντος, εἰ σωθήσεται; Ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι. Ὁ περι γενόμενός φησι τοῦ γίγαντος δύναται αὐτὸν σκυλεῦσαι καὶ τῆς πανοπλίας γυμνῶσαι. Οὐ παντὶ δὲ τοῦτο ῥᾴδιον δρᾶσαι· ἐγὼ δὲ μόνος αὐτὸν εὐπετῶς καταλύσω καὶ τοὺς ἀδίκως ὑπ' αὐτ οῦ κατεχομέν ους σώσ ω. Ταῦτα καὶ ἐν τοῖς θείοις εὐαγγελίοις ὁ κύριος ἔφη· «Ἐὰν μή τις εἰσέλθῃ εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ δήσῃ τὸν ἰσχυρόν, πῶς τὰ σκεύη τοῦ ἰσχυροῦ διαρπάσει;» 26Καὶ φάγονται οἱ θλίβοντές σε τὰς σάρκας αὐτῶν καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυσθήσονται. Ἐκπεσόντες γὰρ τῆς προτέρας δυναστείας οἱ δαίμονες καὶ βλάψαι μηκέτι τοὺς ἀν θρώπους ὁμοίως δυνάμενοι σφᾶς αὐτοὺς κατεσθίουσιν ὡς ἐξ ἀνοίας ἐκπεσόντες τῆς τυ ραν νίδος . Τὸν γὰρ σωτῆρα τῷ σταυρῷ προσηλώσαντες τοῖς ὑπ' αὐτῶν κατασκευασθεῖσιν ἀνῃρέθ ησαν ὅ πλοις. Καὶ γνώσεται πᾶσα σὰρξ ὅτι ἐγώ εἰμι κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος σῆς Ἰακώβ. Τούτου δὲ γενομένου δήλη πᾶσιν ἀνθρώποις ἡ ἐμὴ γενήσεται πρό νοια, καὶ πάντες τὴν ἐμὴν δεσποτείαν μαθήσονται. Τὸ δέ· ἀντιλαμβανόμενος ἰσχύος σῆς Ἰακώβ, οὕτως ὁ Σύμμαχος ἡρμήνευσεν· «Καὶ γνώσεται πᾶσα σὰρξ ὅτι ἐγὼ κύριος σῴζων σε καὶ ὁ λυ τρούμενός σε δυνάστης Ἰακώβ»· ὡσαύτως δὲ καὶ ὁ Θεοδοτίων καὶ ὁ Ἀκύλας. Οὐ τοίνυν πρὸς τοὺς ἐξ |163 b| Ἰακὼβ ταῦτ α λέγει, ἀλλὰ πρὸς τοὺς ἐξ ἀλλοφύλων συνειλεγμένους ἐθνῶν, οὓς