129
ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν· τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται καὶ τὸ διεσκορπισμένον οὐ μὴ ζητήσῃ καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευθύνῃ καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει. 4.150 Τῶν λογικῶν προβάτων προαιρέσει τῇ ἑαυτῶν εἰς πολλὴν πλάνην καὶ βλάβην ἐληλυθότων, ἀπεφήνατο ὁ ἄριστος νομεύς· «Οὐ ποιμανῶ ὑμᾶς.» Τοῖς οὕτω ἀπροστασιάστοις παρὰ τὴν ἑαυτῶν αἵρεσιν γεναμένοις ποιμνίοις, παραδιδομένοις ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, πάθεσί τε ἀτιμίας καὶ ἀδοκίμῳ νῷ, ποιμένα ἐγείρει ὁ Θεὸς ὁ παραδοὺς τοῖς προειρημένοις, οὐκ ἐπιστημονικῶς οὐδὲ φειδομένως βόσκοντα οὓς παρείληφεν, μᾶλλον βλάβης αὐτοῖς οἷς αὐτοὶ εἵλαντο αἴτιος ἀποδεικνύμενος, οὐ φροντίζων τοῦ ἐκλιμπάνοντος ἀποσφαλέντος τε καὶ πεπλανημένου τῆς συναγωγῆς καὶ ἀποκαταστάσεως πρὸς τὴν θείαν ἀγέλην ἧς ἔξω διὰ σφάλματος γέγονεν, ἀλλ' οὐδ' ἑτέραν βλάβην ἀπαλέξων. 4.151 Οὐ ζητεῖ γὰρ τὸ σκορπισθέν, οὐκ ἰᾶται τὸ συντετριμμένον, οὐ κατευθύνει τὸ ὁλόκληρον, σκοπὸν καὶ σπουδὴν ἔχων κακῶν ἀλλ' οὐκ ἀγαθῶν αἴτιος εἶναι· πάντα γοῦν πράττει πρὸς αἰσχροκερδίαν καὶ τὸ αὐτῷ φίλον· τὰς σάρκας γοῦν κατεσθίει καὶ τοὺς ἀστραγάλους ἐκστρέφει τῶν ὑπ' αὐτῷ τεταγμένων. 4.152 Ἀλλ' οὐχ οἱ ἐπιστημονικοὶ ποιμένες ὑπάρχουσι τοιοῦτοι, δωρεᾷ Θεοῦ ταῖς ποίμναις δοθέντες, ὡς τὸν πάσης ὠφελείας Θεὸν φάναι· «∆ώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, ποιμαίνοντας μετ' ἐπιστήμης.» Πῶς γὰρ οὐκ ἀγαθοὶ νομεῖς ὧν ἄρχει ὁ «τὴν ψυχὴν» ἑαυτοῦ «ὑπὲρ τῶν προβάτων» διδούς, «ἀγαθὸς ποιμὴν» ὤν; Περὶ τούτου ὁ τῶν ἀποστόλων πρόκριτος γράφει τοῖς ἡγουμένοις τῆς τῶν πιστῶν συνόδου· «Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ποιμαίνειν τὸ ἐν ὑμῖν ποίμνιον μὴ ἀναγκαστῶς ἀλλ' ἑκουσίως, ἵνα φανερωθέντος τοῦ ἀρχιποίμενος κομίσησθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.» 4.153 Τῶν οὕτω νεμόντων ἃ παρέλαβον πρόβατα οὐδεὶς κατακυριεύει ὧν παρέλαβεν κλήρων, τῶν τοῦτο πραττόντων κατεσθιόντων τὰς σάρκας τῶν προβάτων, τὰ ἡδέα ζητούντων παρ' αὐτῶν, ἐν αἰσχύνῃ καὶ τῶν φερόντων αὐτὴν ἔργων δόξαν ἔχειν νομιζόντων, διὰ παντοφαγίας θεοποιούντων τὴν ἑαυτῶν κοιλίαν, ὡς δουλεύειν αὐτῇ καὶ μὴ τῷ Κυρίῳ Ἰησοῦ, ὡς ὑπ' αὐτοῦ τοῦ Ἀποστόλου ὁμοίως περὶ τῶν τοιούτων γράφεσθαι ὡς «οὐ δουλεύουσιν τῷ Κυρίῳ Ἰησοῦ ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ». 4.154 Οὕτω γνώμης ἐχόντων τῶν ψευδοδιδασκάλων καὶ ψευδοποιμένων, οἱ ἄριστοι νομεῖς μισθὸν τῆς παιδεύσεως ἔχουσιν μόνην τροφὴν λιτὴν καὶ ἀπέριττον, πειθόμενοι τῷ εἰς τοῦτ' αὐτοὺς προαγαγόντι λέγοντι· «Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ», ὡς παρρησιαστικώτερον λέγειν τε καὶ γράφειν· «Ἀρκούμεθα τοῖς παροῦσιν», τροφαῖς δηλονότι καὶ σκεπάσμασιν. Αὐτίκα γοῦν καὶ τοὺς μιμητὰς αὐτῶν εἰς τοῦτο ἐνάγοντές φασιν· «Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.» 4.155 Οἱ οὕτως ἀρετῆς ἔχοντες παρρησιαζόμενοι ἀπαγγέλλουσιν· «Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει ἡμῖν.» 4.156 Ὠφελητικοὶ οἱ οὕτω διδάσκαλοι οὐκ ὀρέγονται σαρκῶν τῶν ποιμαινομένων, τοῦ πνεύματος αὐτῶν πόθον ἔχοντες, «σπουδάζοντες» μετ' αὐτῶν «τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης». ∆ιὸ οὐδὲ ἐκστρέφουσιν τοὺς ἀστραγάλους αὐτῶν, ἀλλὰ κατορθοῦσιν καὶ διεγείρουσιν, ἵνα τρέχωσιν ἐν ταῖς εὐθείαις τοῦ Κυρίου ὁδοῖς καὶ πράττωσι τὰ δέοντα, ὑγιαίνοντας ἔχοντες καὶ τοὺς τῶν χειρῶν ἀστραγάλους. 4.157 Εἶπον δὲ τοῦτο ὅτι χειρῶν εἰσιν ἀστράγαλοι, μαθὼν τοῦτο πρὸς τοῦ πανσόφου ∆ανιήλ. 4.158 Ταὐτὸν τάχα εἶναι δύναται τῇ ἐκστροφῇ τῶν ἀστραγάλων ἢ ἰσοδυναμοῦν τὸ λεγόμενον ὑπὸ τοῦ μεγάλου προφήτου Ἠλίου πρὸς τοὺς ἐπαμφοτεριστὰς ἐπὶ δύο τρίβους ἐπιβαίνοντας·