1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

130

ἐνάτης σκότος ἐγένετο ἐφ' ὅλην τὴν οἰκουμένην», ποιήσει δὲ τοῦτο πάλιν κατὰ τὸν τῆς συντελείας καιρόν· «Ὁ ἥλιος» γάρ φησι «σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς.» Οὕτω διὰ τούτων ὑποδείξας τὴν δύναμιν διδάσκει τὴν αἰτίαν δι' ἣν αὐτὸς οὐκ ἐπήμυνεν· 4Κύριος κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον, ἔθηκέ με πρωὶ νοεῖν, πρωὶ προσέθηκέ μοι ὠτίον ἀκούειν, καὶ ἡ παιδεία 5κυρίου ἀνοίγει μου τὰ ὦτα. Ταῦτα ἀνθρω πίνως ὁ δεσπότης λέγει Χριστός. Πολλὰ δὲ τοιαῦτα καὶ ἐν τοῖς θείοις εὐαγγελίοις εὑρίσκομεν· «Ἰησοῦς» γάρ φησι «προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις.» Πρωὶ δὲ καλεῖ τῆς ἡλικίας τὸ νέον· τοῦτο δὲ καὶ ἐν τοῖς πρόσθεν ὁ προφήτης ἐδίδαξεν, τῆς γὰρ παρθένου προαγορεύσας τὸν τόκον ἐπήγαγεν· «Πρὶν ἢ γνῶναι αὐτὸν ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν», καὶ ὁ εὐαγγελιστὴς δὲ ὡσαύτως· «Τὸ παιδίον» φησὶν «ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ χάρις θεοῦ ἦν ἐπ' αὐτῷ.» Τὸ δέ· Ἡ παιδεία κυρίου ἀνοίγει μου τὰ ὦτα, οὐ περὶ ἑαυτοῦ οἶμαι εἰρῆσθαι ἀλλὰ περὶ τῶν πεπιστευκότων αὐτῷ μαθητῶν· ὦτα γὰρ αὐτοῦ τ οὺς ἀκροατὰς ὀνομάζει, οἷς τοὺς θείους λόγους προσέφερε, πρὸς οὓς ἔλεγεν ὡς ἐκ τῶν ἱερῶν εὐαγγε λίων μανθάνομεν· «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.» Ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω. Ἑαυτὸν γὰρ τοῖς ὡς αὐτὸν παραγενομένοις παρέδωκεν εἰρηκώς· «Ἐγώ εἰμι ὃν ζητεῖτε.» 6Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Ταῦτα πάντα διδάσκει τῶν θείων εὐαγγελίων ἡ ἱστορία. Ὁ μὲν γὰρ τοῦ ἀρχιερέως οἰκέτης ἐπὶ κόρρης αὐτὸν ἐπάταξεν, οἱ δὲ «ἐκολάφιζον αὐτὸν λέγοντες· Προφήτευσον ἡμῖν Χριστέ, τίς ἐστιν ὁ παίσας σε; Οἱ δὲ ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ», ὁ δὲ Πιλᾶτος φραγελλώσας αὐτὸν παρέδωκε σταυρωθῆναι. Ταῦτα δὲ πάντα διὰ τῆς προφητείας προλέγει τὴν οἰκείαν διδάσκων μακροθυμίαν. 7Καὶ κύριος ἐγενήθη βοηθός μου. ∆ιὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσω πόν μου ὡς στερεὰν πέτραν καὶ ἔγνω<ν> ὅτι οὐ μὴ αἰσχυνθῶ, 8ὅτι ἐγγίζει ὁ δικαιώσας με. Καὶ ταῦτα ἀνθρω πίνως εἴρηκεν· ἀνθρωπίνης γὰρ ἀρετῆς φιλοσοφία καὶ καρτερία καὶ μέντοι καὶ ἡ ἐπὶ τὸν δίκαιον κριτὴν ἐλπίς. Τίς ὁ κρινόμενός μοι; Ἐγγισάτω μοι. 9Ἰδοὺ κύριος βοηθεῖ μοι· τίς κακώσει με; Τοῦτο κἀν τοῖς ἱεροῖς εὐαγγε λίοις ὁ κύριος ἔφη· «Ἐγὼ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. Ἐγὼ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων», καὶ ἐν ἑτέρῳ δὲ χωρίῳ πρὸς αὐτοὺς ἔφη· «Πολλὰ ἔργα ἔδειξα ὑμῖν παρὰ τοῦ πατρός μου· διὰ ποῖον αὐτῶν λιθάζετέ με;» Οὕτως ἔοικε τοῖς εὐαγγε λικοῖς λογίοις τὰ προφητι κὰ θεσ πίσματα. Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς. Λίαν πρόςφορος ἡ παραβολή· ὁ γὰρ σὴς ἐκ τῶν ἱματίων τικτόμενος ἀναλίσκει ταῦτα, καὶ ἡ ἁμαρτία ἐξ ἡμῶν τικτομένη διαφθείρει τοὺς φύσαντας. 10Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν κύριον; Ὑπακουσάτω τῇ φωνῇ τοῦ παιδὸς αὐτοῦ. Παῖδα ἑαυτὸν πάλιν ὡς ἄνθρωπον ὀνομάζει· ἐν μορφῇ γὰρ θεοῦ ὑπάρχων μορφὴν ἔλαβε δούλου. Οὕτω καὶ ἐν τοῖς θείοις εὐαγγελίοις ἐντολὴν εἰληφέναι λέγει τί εἴπῃ καὶ τί λαλήσῃ. Οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς. Καὶ γὰρ ἀνατείλαντος τοῦ φωτὸς αὐτοὶ τὸ σκότος ἠγάπησαν. Πεποίθατε ἐπὶ τῷ ὀνόματι |164 b| κυρίου καὶ ἀντιστηρίζεσθε ἐπὶ τῷ θεῷ ὑμῶν. Εἰ τῷ ὄντι φησὶν εἰλικρινῆ καὶ γνησίαν ἔχετε πρὸς τὸν θεὸν τὴν ἐλ πίδα, αὐτὸς ἐρειδέτω καὶ στηριζέτω. 11Ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχύετε φλόγα. Καὶ τὸ Ῥωμαϊκὸν πῦρ ὑμεῖς καθ' ἑαυτῶν ἐπισπᾶσθε καὶ τῆς γεέννης τὴν φλόγα κατισχῦσαι ὑμῶν παρα σκευάζετε. Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾖ ἐξεκαύσατε. Ἐπειδὴ τὸ ἐμὸν οὐχ ὑπεδέξασθε φῶς, τὸ τῶν πολεμίων ὑποδέξασθε πῦρ, ᾧπερ ὑμεῖς κεχορηγήκατε τὴν τροφήν. Εἶ τα σαφέστερον· ∆ι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε. Καὶ τὴν αἰτίαν ἔδειξε τῶν κακῶν καὶ τὸ τούτων διηνεκές· μέχρι γὰρ θανάτου ταῖς προειρημέναις παραδοθήσεσθε συμφοραῖς. 511Ἀκούσατέ μου οἱ