1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

132

καὶ σκυτοτόμους διδασκάλους ἐπιστῆσαι φιλοσόφοις καὶ ῥήτορσι, τὸ δι' ἀνδρῶν δυοκαίδεκα πᾶσαν γεωργῆσαι τὴν οἰκουμένην καὶ δι' ἀνθρώ πων οὕτως εὐαριθμήτων πᾶσαν γῆν καὶ θάλατταν ἐμπλῆσαι τοῦ θείου κηρύγματος. 6Ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δὲ κατοι κοῦντες αὐτὴν ὥσπερ ταῦτα ἀπολοῦνται. Καὶ ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῶν ἄνω καὶ ἀπὸ τῶν κάτω τὴν ἐμὴν καταμάθετε δύναμιν. Μετὰ πολλῆς γὰρ εὐκολίας καὶ παρήγαγον ταῦτα καὶ πάλιν ἀφανιῶ. Τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, καὶ ἡ δικαιοσύνη μου οὐ μὴ ἐκλείπῃ. Τοῦτο καὶ ἐν τοῖς ἱ εροῖς εὐαγγελίοις ὁ κύριος ἔφη· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» 7Ἀκούετέ μου οἱ ἰδόντες κρίσιν, λαός μου <οὗ> ὁ νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν. Ἔτι τοῖς εἰς αὐτὸν πεπιστευ κόσι διαλέγεται παρεγγυῶν φυλάττειν ὃν ἐδέξαντο νόμον. Τούτου δὲ καὶ πρὸ βραχέος ἐμνήσθη· «Νόμος» γὰρ ἔφη «παρ' ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν.» Οὕτω κἀν τοῖς ἱεροῖς εὐαγγελίοις ὁ κύριος ἔφη· «Θέσθε ὑμεῖς τοὺς λόγους τούτους εἰς τὴν διάνοιαν ὑμῶν.» Μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων καὶ ἐν τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. 8Ὡς γὰρ ἱμάτιον βρωθήσονται ὑπὸ χρόνου καὶ ὡς ἔρια καταβρωθήσονται ὑπὸ σητός, ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν. Ταῦτα καὶ ἐν τοῖς θείοις εὐαγγελίοις ὁ κύριος ἔφη· «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι», καὶ πάλιν· «Μὴ οὖν φοβηθῆτε αὐτούς», καὶ ἑτέρωθι· «Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.» Οὕτω κἀνταῦ θα ὁ προφητικὸς ἔδειξε λόγος τοὺς ὀνειδί ζοντας καὶ προπηλακίζοντας τῆς ἀληθείας τοὺς κ ήρυκας ἱματίοις καὶ ἐρίοις ἐοικότας ὑπὸ σητὸς δαπανωμένοις, τὴν δὲ τῶν ὀνειδιζομένων σωτηρί αν καὶ δικαιοσύνην ἄπειρον καὶ ἀνώλεθρον. Ἐνταῦθα συμπεράνας τὴν περὶ τοῦ νέου λαοῦ πρό ρρησιν εἰς ἑτέραν ὑπόθεσιν μεταφέρει τὸν λόγον καὶ προλέγει τῇ Ἱερουσαλὴμ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον . Ἰστέον μέντοι ὡς οὐχ ὁμοῦ ταῦτα κἀκεῖνα προηγόρευτο ἀλλὰ ποτὲ μὲν ἐκεῖνα ποτὲ δὲ ταῦτ α καὶ ὕ στερον συντ εθέ ντα μία βίβλος ἐγένετο. 9Ἐξεγείρου ἐξεγείρου Ἱερουσαλὴμ καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου. Ὡς πεπτωκυίᾳ καὶ κειμένῃ ταῦτα προσφέρει τὰ ῥήματα καὶ παρεγγυᾷ τὴν προτέραν ἀναλαβεῖν δύναμιν. Ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμερῶν, ὡς γενεὰ αἰῶνος. Ἀνακαινίσθητί φησι καὶ γενοῦ πάλιν οἵαπερ ἦσθα λαμπρὰ καὶ περίβλεπτος. Οὐ σὺ εἶ ἡ κατακόψασα ἀλαζονείαν, |165 b| ἡ κατα στρώσασα δράκοντα; Ἔνια τῶν ἀντιγράφων ἀντὶ τοῦ· ἡ κατακόψασα ἀλαζονείαν, «ἡ λατομήσασα πλάτος» ἔχει , οὕτω δὲ καὶ ὁ Θεοδοτίων ἐξέδωκεν, ὁ δὲ Ἀκύλας· «Μήτι οὐ σὺ εἶ αὐτὸς ὁ λατομήσας ὅρμημα;» Μετήνεγκε γὰρ ἀπὸ τῆς πόλεως πρὸς τὸν λαὸν τὸν λόγον. Ἀλαζονείαν δὲ καὶ ὅρμημα καὶ δράκοντα τὸν Φαραὼ καλεῖ. Καὶ τὸν Σενναχηρὶμ δὲ εἴ τις νοήσοι, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας· καὶ γὰρ ἐκεῖνος ἔλεγεν· «Οὐκ οἶδα τὸν κύριον καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ», καὶ οὗτος πάλιν μεμηνὼς ἐβόα· «Μή σε ἀπατάτω ὁ θεός σου <ἐφ' ᾧ σὺ πέποιθας> ἐπ' αὐτῷ», ὅτι ῥύσεται τὸν Ἰσραὴλ ἐκ χειρός μου. Ἀλλ' ὅμως κἀκεῖνον καὶ τοῦτον τιμωρίᾳ παρέδωκεν. Καὶ τὸ πλάτος δὲ τὴν ἀλαζονείαν σημαίνει· καὶ γὰρ ὁ αὐτὸς προφήτης περὶ τοῦ Ἀσσυρίου ἐκ προσώπου τοῦ θεοῦ ἔφη· «Ἐπισκέψομαι ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν βασιλέα τῶν Ἀσσυρίων.» 10Οὐ σὺ εἶ ἡ ἐρημώσασα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος; Θάλασσαν τὸ τῶν Αἰγυπτίων πλῆθος καλεῖ. Εἰ δὲ καὶ τοὺς Ἀσσυρίους τις οὕτω ὠνομάσθαι βούλοιτο, οὐ πόρρω τῆς ἀληθείας ὁ λόγος. Ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης, ὁδὸν διαβάσεως ἐρρυσμένοις 11καὶ λελυτρωμένοις; Περὶ τῆς Ἐρυθρᾶς Θαλάττης ταῦτα ἔφη, ἧς διχῇ διαιρεθείσης ὁ Ἰσραὴλ τῆς σωτηρίας ἀπήλαυσεν. Ἀναμι μν ῄσκει δὲ τούτων αὐτούς, θαρρῆσαι περὶ τῶν μελλόντων