1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

133

ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς.» 4.187 Πρὸ γὰρ τῆς καταλείψεώς τε καὶ παραδόσεως, οἶκος καὶ κληρονομία καὶ ψυχὴ ἠγαπημένη ὑπῆρχεν ἡ περὶ ἧς λέγεται ταῦτα τοῦ εἰρηκότος ὕστερον διὰ τὴν εἰς αὐτὸν ἀσέβειαν· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» 4.188 Εὖ δὲ μὴ τὰς θύρας ἀλλὰ τὰ πρόπυλα τεθήσεσθαι· οὐ γὰρ ὅλη ἐξ ὅλων ἡ ἀσφάλεια κεκλόνηται, ἀλλ' ἡ κατὰ τὴν σκιὰν καὶ τὸ γράμμα, εἴσοδος οὖσα τῶν ἐξωτερικῶν τοῦ νόμου, ἃ εἴρηται «δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα». 4.189 Ἐπειδὴ δὲ τὰ ἀπειληθέντα ἀνιαρὰ ἥψατο καὶ τῆς αἰσθητῆς Ἰουδαίας καὶ μητροπόλεως αὐτῆς, -καθῃρέθη γὰρ ὡς μηκέτι λίθον λίθῳ ἐπικεῖσθαι, -οἱ πέριξ λαοὶ τῶν ἀλλογενῶν ἐθνῶν, οὐκ ἐπιτρεπόμενοι εἰσελθεῖν ἐπὶ τῷ τὸ ἱερὸν ἔδαφος πατῆσαι, καταπατοῦσιν αὐτήν, ὡς καταπατούμενον ψιλὸν καὶ κοινὸν λίθον ποσὶν ἀνίπτοις ἐπιβαίνοντες. 4.190 Τοῦτο τὸ σκυθρωπὸν μακρῷ βλέμματι προφητικῷ προθεασάμενος ὁ Ἰερεμίας, θρηνῶν καὶ ὀλοφυρόμενος τὴν τοσαύτῃ κακοπραγίᾳ ὑποπεσοῦσαν πόλιν, γοερῶς ἀνεφθέγξατο· «Πῶς ἐκάθισεν μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαῶν, εἰς χήραν ἐλογίσθη ἡ πεπληθυμμένη ἐν ἔθνεσιν;» 4.191 Ταῦτα συμβήσεσθαι τῇ Ἰερουσαλήμ, ἐγγίσας αὐτῇ ὁ Σωτὴρ εἶπεν· «Ἰερουσαλήμ, Ἰερουσαλήμ, εἰ ἔγνως καὶ σὺ τὰ πρὸς εἰρήνην· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου· ἐπελευσόμενοι γὰρ ἐχθροί σου συνέξουσίν σε, χάρακά σοι περιβαλόντες», ὡς ἐγκαταλειφθεῖσαν εἰς τὴν γῆν ἐδαφισθῆναι, κύκλῳ σου γεναμένων πάντων τῶν πολεμίων ἐθνῶν, ὡς ἔρημόν σε ὀφθῆναι· «Ὅταν γάρ, φησίν, ἴδητε τὴν Ἰερουσαλὴμ κυκλουμένην ὑπὸ στρατοπέδων, γιγνώσκετε ὅτι ἤγγισεν ἡ ἐρήμωσις αὐτῆς.» 4.192 Ὑπῆρκται δὲ ταῦτα αὐτῇ πείρᾳ τοῖς κυριοκτόνοις, ὅτε Ῥωμαῖοι ἐκράτησαν αὐτῶν καὶ τὰς πόλεις αὐτῶν καθεῖλον καὶ αὐτοὺς ἐξηνδραπόδισαν, ἀποστραφέντας νόμῳ αἰχμαλωσίας, μᾶλλον δὲ ἀποσπασθέντας τῆς θρεψαμένης, ὡς μηκέτι γῆν ἢ χώραν ἰδίαν ἔχειν, πανταχόσε γῆς ἀλωμένους. 4.193 Περὶ τῆς οὕτω φθασάσης ὀργῆς εἰς τέλος τῇ Ἰουδαίᾳ καὶ τοῖς οἰκοῦσιν αὐτήν, συγγραφεὺς αὐτῶν τῶν παθόντων ἴδιος πολύβιβλον σύνταξιν ἀνέγραψεν αὐτῶν τε καὶ τῶν τόπων αὐτῶν, ὡς ὁρᾶν ἀνενδοιάστως πεπληρωμένα τά τε εἶπεν ὁ Σωτὴρ καὶ ὁ Ζαχαρίας προφητικῶς ἀπεφθέγξατο ἀρχόμενα ἀπὸ τοῦ· «Τίθημι τὴν Ἰερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα.» 4.194 Τεθέντων τῶν προθύρων αὐτῆς εἰς τὸ κλονεῖσθαι περιοχῆς τε συσχούσης αὐτήν, πάντα τὰ ἀλλόφυλα ἔθνη ἐπιβάντα οἷα λίθον ἀκάθαρτον καταπατοῦσιν καταφρονητικῶς, οὐκ ἐρχόμενοι ἔτι ὡς ἐπὶ τέμενος καὶ ἔδαφος ἱερόν, ἀφυλάκτως καὶ οὐ μετὰ τῶν προσηκόντων καθαρσίων καὶ προαγνειῶν. ∆ιὸ ἐμπαίζοντες ἐμπαίζουσιν αὐτῇ οἷα ἐρειπίῳ, πάντων λοιπὸν ἐπιβαινόντων ἐπὶ τῷ «ὡς ἀγρὸν ἀροτριᾶν». 4.195 Πρὸς τῷ ῥητῷ, ῥηθείη καὶ τὰ πρὸς διάνοιαν· πάντες οἱ αἱρετικοὶ δι' ὧν φρονοῦσιν κακῶς καὶ πράττουσι «οἰκοδομοῦσιν Σιὼν ἐν αἵμασιν καὶ Ἰερουσαλὴμ ἐν ἀδικίαις». Πῶς γὰρ οὐκ ἐν αἵμασ̣ιν οἰκοδομοῦσι τὴν Σιὼν σκανδαλίζοντες καὶ τὸ αἷμα ἐκχέοντες ὧν ἀπατῶσιν; ∆ιὸ καὶ ἐν ἀδικίαις οἰκοδομοῦσι τὴν Ἰερουσαλήμ. Ὅτι δὲ ἀδικοῦνται ὑπὸ τῶν φενάκων οἱ φενακιζόμενοι, σαφέστατα περὶ τῶν τοιούτων διαγορεύει ἡ τῶν θείων Παροιμιῶν γραφή, ὥδε λέγουσα· «Τῆς ἀσεβείας ἑαυτῶν πληθήσονται· ἀνθ' ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ.» 4.196 Τῆς οἰκοδομηθείσης χειρίστης πόλεως τίθησιν ὁ Θεοῦ λόγος τὰ πρόθυρα σαλευόμενα, ἵνα ἰσχυροῖς ἐλέγχοις ἀνατραπῶσιν, ὡς καταπατεῖσθαι ὑπὸ τῶν κύκλῳ λαῶν καταπατούντων τὴν ψευδώνυμον Ἰερουσαλὴμ οἷα λίθον μιαρὸν ἀποδειχθέντα, ὡς ἐμπαίζοντας ἐμπαίζειν τῇ ψευδωνύμῳ γνώσει τοὺς τὸ ἄναγνον καὶ ἀκάθαρτον αὐτῆς ἐγνωκότας, πρεσβεύοντας τὴν ἀλήθειαν καὶ τὰ τῆς βασιλείας τῶν οὐρανῶν μυστήρια. 4.197 Καὶ ἐπεὶ μὴ ὀλίγοι ἐμπαίζοντες ἐμπαίζουσιν, ἀλλὰ τὰ ἔθνη πάντα, τῇ εἰς εὐτέλειαν