134
πεσούσῃ, εἰκότως εἴρηται συναχθήσεσθαι ἐπ' αὐτὴν πάντα τὰ ἔθνη. Καταπατεῖται ὡς λίθος ἡ Ἰερουσαλὴμ ὅτε ἀνατείλας ὁ τῆς δικαιοσύνης ἥλιος ἀοίδιμον κατασκευάζει ἡμέραν νοητήν, ἣ πολλάκις ἤδη ἐμνημονεύθη. 4.198 Zach. XII, 4: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει· ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου· καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει. 4.199 Ἐν τοῖς προγνωσθεῖσιν τοῦ προφήτου, περὶ ἵππων καὶ τῶν ἐπιβατῶν αὐτῶν πολυτρόπως σαφήνεια γέγονεν· ὅθεν τὰ πλεῖστα αὐτῶν νῦν ἡσυχαστέον, μόνου μνημονεύοντες εἰς τὴν παροῦσαν χρείαν τοῦ οὕτω τεθεωρημένου. Οἱ ἀπατεῶνες ἄνθρωποι συνιστάμενοι ἐριστικοῖς λόγοις «ψευδεῖς ἵπποι εἰς σωτηρίαν» ὑπάρχουσιν, ἀναβάτας καὶ ἐπιβάτας ἔχοντες τὰ πλάνα πνεύματα καὶ τοὺς ἐν ὑποκρίσει ψευδολόγους δαίμονας ὧν πρεσβεύουσι τὴν διδασκαλίαν, προφερόμενοι «σοφίαν τοῦ αἰῶνος τούτου καὶ τῶν ἀρχόντων αὐτοῦ». 4.200 Τοὺς οὕτως ἔχοντας ἵππους πατάσσει Θεὸς ἐν ἡμέρᾳ ᾗ αὐτὸς ποιεῖ, κατὰ τὸ λεχθὲν εὐλογίας τρόπῳ πρὸς τὸν καταυγαζόμενον· «Ἔσται σοι Κύριος φῶς αἰώνιον.» Πατάττει δὲ ὁ Θεὸς τοὺς ψεκτοὺς ἵππους οὐκ ἐπὶ τῷ μηδαμῇ μηδαμῶς ὑπάρχειν, ἀλλ' ἵνα μὴ νοῶσιν περὶ ὧν λέγουσι καὶ διαβεβαιοῦνται, ἀπολλυμένης τῆς σοφίας αὐτῶν καὶ τῆς συνέσεως αὐτῶν ἀθετουμένης· οὗ συμβάντος, ὁ ἐπιβάτης ἑκάστου τοιούτου ἵππου παραφρονήσει. 4.201 Ταύτης τῆς οἰκονομίας ἀπεργασθείσης, διανοίξει ὁ Θεὸς τοὺς ὀφθαλμοὺς ἑαυτοῦ ἐπὶ τὸν οἶκον Ἰούδα, ὄντα «Ἐκκλησίαν Θεοῦ ζῶντος», βασιλεύοντος αὐτῇ τοῦ ἀνατείλαντος Σωτῆρος ἐκ τῆς φυλῆς Ἰούδα, πρὸς ὃν οἱ θεόσοφοί φασιν· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, καὶ προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου.» 4.202 Ἐπὶ τὸν οἶκον τούτου τοῦ Ἰούδα διανοίγει τοὺς ὀφθαλμούς, τὰς ἐφόρους καὶ ἐποπτικὰς δυνάμεις αὐτοῦ, ὁ εὐεργέτης, ὡς ἕκαστον τῶν ἀντιλαμβανομένων τοῦ φωτισμοῦ καὶ τῆς χάριτος λέγειν εὐχῆς τρόπῳ· «Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με.» Ἀπολαύουσι δὲ τῆς δωρεᾶς οἱ δίκαιοι πάντες, τοῦ παμβασιλέως «τοὺς ὀφθαλμοὺς αὐτοῦ ἔχοντος ἐπ' αὐτοὺς καὶ τὰ ὦτα εἰς τὴν δέησιν αὐτῶν». 4.203 Πρὸς τῷ πατάττεσθαι ἐν ἐκστάσει τὸν ἀποδοθέντα ἵππον καὶ ἐν παραφρονήσει τὸν ἐπιβάτην αὐτοῦ, καὶ πάντες οἱ ἵπποι τῶν λαῶν πατάττονται ὑπὸ τοῦ προνοητοῦ τῶν ὅλων ἐν ἀποτυφλώσει. Οὗτοι δ' εἰσὶν οἱ μοιχικῶς καὶ πορνικῶς οἰστρηλατούμενοι, περὶ ὧν ἡ προφητεία φησίν· «Ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ χρεμετίζουσιν.» Πρὸς ἀγαθοῦ πατάττεται ἐν ἀποτυφλώσει τὰ χρεμετιστικὰ ζῷα, ἵνα μὴ ὀξυωπῶσιν ἔτι πρὸς τὴν λαγνείαν. 4.204 ∆ιαδέξεται γὰρ ταύτην τὴν στέρησιν τῶν ὀμμάτων τῆς ψυχῆς ἀνάβλεψις σωφροσύνης, ὡς ὀρθῶς λοιπὸν ὁρᾶν ἃ δεῖ ποιεῖν καὶ ἃ προσήκει ἐργάζεσθαι. Αὐτίκα γοῦν ὁ πονηρῶς ὁρῶν μάγος ὁ Ἐλύμας μέχρι καιροῦ ἐξετυφλώθη, ἀποβαλὼν τὴν τῆς γοητείας ὄψιν, ἵν' ὕστερον ἀναβλέψας «τὸν τῆς δικαιοσύνης ἥλιον» θεάσηται. Οὐ γὰρ μάτην πρόσκειται τὸ μέχρι καιροῦ μὴ ὁρᾶσθαι τὸν ἥλιον ὀφθησόμενον τὸ τηνικάδε ὅταν διαδέξηται τὴν τυφλότητα ὅρασις ὁρῶσα τὸ φῶς. 4.205 Zach. XII, 5: Καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ἰούδα ἐν ταῖς καρδίαις αὐτῶν· Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας ἐν Ἰερουσαλὴμ ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐτῶν. 4.206 Τοῦ αἰνετοῦ Ἰούδα πρὸς ὃν εἴρηται· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου», παμβασιλέως καὶ πάντων τὸ κράτος ἀνημμένου, χιλίαρχοι αὐτοῦ τυγχάνουσιν οἱ ὑπ' αὐτῷ στρατευόμενοι, «οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου» ἀναδειχθέντες, οἱ ἀπόστολοι Χριστοῦ δηλονότι. 4.207 Ἐπιστατέον εἰ καὶ πάντες οἱ πνευματόφοροι ἄνδρες, προφῆταί τε καὶ ὅσοι ἄλλοι ὑποτάττονται τῷ Ἰούδᾳ, διδάσκαλοι, εὐαγγελισταί, οἱ οὕτως ἀποδοθέντες χιλίαρχοι ζητοῦσιν ἐπὶ τῷ εὑρεῖν