134
Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα καὶ τοὺς βασιλεῖς αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς τοῦ θεῖναι αὐτὴν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς συριγμὸν καὶ εἰς κατάραν κατὰ τὴν ἡμέραν ταύτην» καὶ τὰ ἑξῆς. Κἀνταῦθα τοίνυν ὁ θεὸς διὰ τοῦ προφήτου φησίν· Τὸ ποτήριον τῆς πτώςεως ἐξέπιες καὶ ἐξεκένωσας, τουτέστι· Μεγίστην τιμωρίαν ὑπέμεινας καὶ οὐδὲν ὤνησάν σε οὐ βασιλ εῖς , οὐ στρατηγοί, οὐ τῆς στρατιᾶς τὸ πλῆθος, οἷς διετέλεις θαρροῦσα. 19∆ύο ταῦτα ἀντικείμενά σοι· τίς σοι συλλυπηθήσεται; ∆ύο καλεῖ τῶν πολεμίων τὴν ἀνδρείαν καὶ τῶν ἐπικουρούντων τὴν ἐρημίαν· οἱ μὲν γὰρ γενναίως ἐπίασιν, οἱ δὲ ἀνάνδρως φεύγουσιν. Πτῶμα καὶ σύντριμμα. Πάλιν δύο εἰσήγαγε, καὶ τὸ πεσεῖν καὶ τὸ συντριβῆναι. Ἔστι γὰρ ὅτε καταπίπτει μέν τις, οὐ πλήττεται δέ. Λιμὸς καὶ μάχαιρα. Πάλιν διπλῆ τιμωρία· οἱ μὲν γὰρ ἔξωθεν ἐπολιόρκουν, τῶν δὲ πολεμίων χαλεπώτερος ἦν ὁ λιμὸς ἔνδοθεν αὐτοὺς διαφθείρων. Τίς σε παρακαλέσει; 20Οἱ υἱοί σου οἱ ἀπορούμενοι οἱ καθεύδοντες ἐπ' ἄκρου πάσης ἐξόδου ὡς σεῦτλον ἡμίεφθον; Ἔδειξεν αὐτῶν διὰ μὲν τοῦ ὕπνου τὸ ῥᾴθυμον διὰ δὲ τοῦ λαχάνου τὸ ἄνανδρον. Τῶν δὲ προειρημένων τὰ ἐπαγόμενα χαλεπώτ ερα · Οἱ πλήρε<ι>ς θυμοῦ κυρίου, ἐκλελυμένοι διὰ κυρίου τοῦ θεοῦ σου. ∆ιὰ μὲν γὰρ τῆς παρανομίας τὴν ὀργὴν ἐπισπῶνται, διὰ δὲ τὴν ὀργὴν ἔρημοι τῆς ἐμῆς γινόμενοι προμηθείας πάσης ἰσχύος γυμνοῦνται. 21∆ιὰ τοῦτο ἄκουε τεταπεινωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου. Μείζων ἡ κατηγορία· χαλεπωτέρα γὰρ τῆς ἀσεβείας ἡ μέθη. 22Οὕτως λέγει κύριος ὁ θεός σου ὁ κρίνων τὸν λαὸν αὐτοῦ. ∆ιὰ τῶν τῆς οἰκειότητος ὀνομάτων ψυχαγωγεῖ. Ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό. Τὴν τῶν Βαβυλωνίων καθαίρεσιν προδηλοῖ. Ἐπειδὴ γὰρ τετράκις αὐτοῖς ἐπῆλθεν ὁ Ναβουχοδονόσορ-πρῶτον μὲν ἐν τῷ τρίτῳ ἔτει Ἰωακὶμ τοῦ υἱοῦ Ἰωσίου, δεύτερον δὲ ἐν τῷ ἑνδεκάτῳ τοῦ αὐτοῦ βασιλέως, τρίτον δὲ ἐπὶ Ἰεχονίου τοῦ υἱοῦ Ἰωακίμ, τὸ δὲ τέταρτον ἐπὶ Σεδεκίου-, ἐπαγγέλλεται μηκέτι προσοίσειν αὐτοῖς διὰ τῶν Βαβυλω νίων τὸ τῆς τιμωρίας ποτήριον. Ὅτι γὰρ διὰ τούτων ἔπιον καὶ τὸ τελευταῖον διὰ Ῥωμαίων, ἡνίκα καὶ παντελῶς τῆς θείας ἐγυμνώθησαν κηδεμ ονίας , καὶ αἱ ἱστορίαι διδάσκουσι καὶ τὰ πράγματα μαρτυρεῖ. Οὐκοῦν τό· Οὐ προσθήσῃ πιεῖν αὐτό, διὰ τῶν Βαβ υλωνίων λέγει. ∆ηλοῖ δὲ καὶ τὰ ἐπαγόμενα· 23Καὶ δώσω αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε. Τούτῳ ἔοικε τὸ ὑπὸ τοῦ μακαρίου εἰρημένον ∆αυίδ· «Καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο.» Κἀνταῦθα· Οὐκέτι σὺ πίῃ ἀλλ' ἐκεῖνοι· σὺ μὲν γὰρ ἐπανήξεις, ἡ δὲ ἐκείνων καταλυθήσεται βασιλεία . |166 b| Οἳ εἶπον τῇ ψυχῇ σου· Κύψον ἵνα παρέλθωμεν· καὶ ἔθηκας ἴσα τῇ γῇ τὰ μετάφρενά σου ἔξω τοῖς παραπορευομένοις. Καὶ τὸν ἐκεί νων ἔδειξε τῦφον καὶ τὴν ταύτης ταλαιπωρίαν. Εἰ γὰρ τὴν ἐμήν φησιν ἐκάλεσας συμμαχίαν, κρείττων ἂν ἐγένου τῶν πολεμούντων· ἐπειδὴ δὲ τοῦτο δρᾶσαι οὐκ ἠβουλήθης, ἄχρις αὐτῆς ἐταπεινώθης τῆς γῆς. 521Ἐξεγείρου ἐξεγείρου Σιών, ἔνδυσαι τὴν ἰσχύν σου Σιών, καὶ σὺ ἔνδυσαι τὴν δόξαν σου Ἱερουσαλὴμ ἡ πόλις ἡ ἁγία, οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος. Ἱερουσαλὴμ τὴν κάτω πόλιν καλεῖ, Σιὼν δὲ τὴν ἄνω· εἰς μίαν δὲ πόλιν ἐτέλουν ἀμφότεραι. Ἀμφο τέραις τοιγαροῦν τὴν ἀνανέωσιν ἐπαγγέλλεται καί, ἐπειδὴ τῶν οἰκητόρων αἰχμαλώτων γεγενημένων ἀδεῶς δι' αὐτῆς τὰ ἀλλόφυλα ἔθνη διῄει, τὴν τούτων ἀπαλλαγὴν ὑπισχ ν εῖται. 2Ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι καὶ κάθισον Ἱερουσαλήμ. Ἢ ὡς καταλελυμένῃ ταῦτα παρεγγυᾷ ἢ ὡς πενθούσῃ καὶ χοῦν καταπεπασμένῃ τὴν κεφαλήν. Ἔκλυσον τὸν δεσμὸν τοῦ τραχήλου σου ἡ αἰχμάλωτος θυγάτηρ Σιών. Τῶν δορυ αλώτων ἴδια τὰ δεσμά. Τὴν ἐλευθερίαν τοίνυν διὰ τῆς τῶν δεσμῶν ἀπαλλαγῆς προδεδήλωκεν. 3Ὅτι τάδε λέγει κύριος· ∆ωρεὰν ἐπράθητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε. Ταῖς γὰρ ἁμ αρτίαις αὐτῶν ἐπρά θησαν, τῇ δὲ τοῦ θεοῦ φιλανθρωπίᾳ τῆς λύσεως ἔτυχον. 4Ὅτι οὕτως λέγει κύριος· Εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἰς