135
οὐκ ἄλλους ἢ τοὺς κατοικοῦντας τὴν Ἰερουσαλὴμ τὴν ὁρῶσαν «τὴν πάντα νοῦν ὑπερέχουσαν εἰρήνην» καὶ τὴν Θεοῦ ἐπουράνιον πόλιν περὶ ἧς «τὸ τῆς ἐκλογῆς σκεῦος», ὁ ἐν Χριστῷ λαλῶν Παῦλος γράφει· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ.» 4.208 Ὁ ταύτην τὴν καλλίπολιν συμπληρῶν ἄριστος καὶ νόμιμος πολίτης, βέβαιος ὢν κατὰ ἁγιότητα καὶ τὴν λοιπὴν θείαν ἀρετήν, ἀκλόνητος ὑπάρχει, κατὰ τὸ λεχθὲν ἐν ᾠδῇ μιᾷ τῶν ἀναβαθμῶν· «Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἰερουσαλήμ.» Κατοικεῖ δ' αὐτὴν εἰς τὸν αἰῶνα διαμένων ὑπὸ τὸν βασιλεύοντα αὐτῆς. 4.209 Εὑρίσκουσι δ' οἱ εἰρημένοι χιλίαρχοι τοὺς κατοικοῦντας τὴν θείαν «πόλιν, ἧς τεχνίτης καὶ δημιουργός ἐστιν ὁ Θεός», ἑαυτοῖς υἱοὺς καὶ μαθητάς· ὡς εὗρεν Παῦλος τὸν Σιλουανὸν καὶ Τιμόθεον καὶ τὸν εὐαγγελιστὴν Λουκᾶν καὶ τοὺς ἑτέρους γνωρίμους περὶ ὧν μνήμη φέρεται ἐν ταῖς ἐπιστολαῖς αὐτοῦ καὶ ταῖς Πράξεσιν τῶν Ἀποστόλων. Εὗρεν δὲ παραπλησίως καὶ Πέτρος, ὁ γνήσιος τοῦ Σωτῆρος μαθητής, Μάρκον τὸν εὐαγγελιστὴν καὶ ἑτέρους πλείονας. 4.210 Ὡσαύτως καὶ Ἰωάννης, ὁ ὑπὸ τοῦ Κυρίου ἀγαπώμενος μαθητής. Φέρονται δὲ οὓς εὗρεν κατοικοῦντας τὴν Ἰερουσαλὴμ ἐν τῇ βίβλῳ τῶν Πράξεων αὐτοῦ. Καὶ πάντες δὲ οἱ τῆς ἀποστολικῆς Ἐκκλησίας προϊστάμενοι δι' ὀρθῆς διδασκαλίας εὑρίσκουσιν τοὺς ὁμοδοξοῦντας, πολίτας ὄντας τῆς ἀληθινῆς καὶ πνευματικῆς Ἰερουσαλήμ, ὡς διὰ τοῦτο κατοικεῖν αὐτήν. Τῶν ἀποδοθέντων χιλιάρχων Κύριος παντοκράτωρ ἐστὶν ὁ κρατῶν καὶ βασιλεύων αὐτῶν. 4.211 Zach. XII, 6-7: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ἰούδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν, καὶ κατοικήσει Ἰερουσαλὴμ ἔτι καθ' ἑαυτήν. Καὶ σώσει Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπ' ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου ∆αυὶδ καὶ ἔπαρσις τῶν κατοικούντων Ἰερουσαλὴμ ἐπὶ τὸν Ἰούδαν. 4.212 Ἐν τῷ καιρῷ, ὃν ἡμέραν διὰ τὸ φωτεινὸν εἶπεν, εὑρίσκουσιν οἱ χιλίαρχοι Ἰούδα ἑαυτοῖς τοὺς κατοικοῦντας Ἰερουσαλήμ, τιθέμενοι ὑπὸ τοῦ Θεοῦ ὡς δαλὸς πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπὰς πυρὸς ἐν καλάμῃ, ἵν' ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων καταβρωθῶσιν κυκλόθεν οἱ λαοὶ πάντες. 4.213 Ὡς δαλὸς δὲ ἐν ξύλοις καὶ λαμπὰς ἐν καλάμῃ τίθενται οἱ χιλίαρχοι τοῦ νοητοῦ Ἰούδα, ὅπως ἐν τῷ διαπύρῳ λόγῳ καὶ φωτεινῷ καταφάγωσιν τὰς ἀκάρπους καὶ ὑλικὰς προαιρέσεις Τὰ γὰρ δένδρα μὴ ποιοῦντα καλὸν καρπὸν ἐκκοπτόμενα καὶ εἰς πῦρ βαλλόμενα ξύλα εἰσὶν κολάσει παραδιδόμενα, ἵνα ἀναλωθῇ ἡ χειρίστη ποιότης αὐτῶν, ὡς αὖ οἱ ἀχυρώδεις, καλάμη καὶ οὐ σῖτος ὄντες, ὑπὲρ πυρὸς ἀναλίσκονται. Εἴρηται γὰρ ἐν Εὐαγγελίῳ ὅτι διακαθάραντος τοῦ Ἰησοῦ τὴν ἅλωνα ἐν ᾧ ἔχει ἐν τῇ χειρὶ πτύῳ, ὁ μὲν σῖτος εἰς ἀποθήκην τῶν ἐπαγγελιῶν εἰσάγεται -οὗτοι δ' εἰσὶν οἱ δίκαιοι ἄνδρες, -τὸ δ' ἄχυρον ἀσβέστῳ πυρὶ κατακαήσεται, ἀναλισκομένης τῆς χειρίστης προαιρέσεως τῶν παρ' ἰδίαν προαίρεσιν ἀκάρπων εὑρεθέντων. 4.214 Περὶ τῶν τοιούτων ἐν Μιχαίᾳ τῷ προφήτῃ ὑπὸ τοῦ Σωτῆρος λέγεται· «Οἴμμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγήτῳ οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα.» Εἰπὼν μετ' αἰνιγμοῦ τὴν ὑπάρξασαν ἀκαρπίαν, φανεροῖ αὐτὴν ἐν τοῖς ἑπομένοις φάσκων· «Οἴμμοι, ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχὶ ὑπάρχει· πάντες εἰς αἵματα δικάζονται, ἕκαστο̣ς τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ. Ἐπὶ τὸ κακὸν τὰς χεῖρας ἑτοιμάζουσιν.» Πῶς γὰρ οὐ κολαστέοι, ὑπὸ πυρὸς τιμωρίας καταναλισκόμενοι, οἱ ταῖς εἰρημέναις ἐνεχόμενοι κακίαις; 4.215 Πρὸς ἕνα τῶν ἑρμηνευθέντων τῶν χιλιάρχων ὁ Κύριός φησιν· «∆έδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ καταβρωθήσονται» δι' ἣν ἔχειν εἵλαντο ἀκαρπίαν. 4.216 Ταύτης τῆς νοήσεως