1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

137

ἐλπίζειν ἐπὶ Κύριον ἢ ἐλπίζειν ἐπ' ἄρχοντα.» 4.226 Ταύτην τὴν ἐν ἀτυφίᾳ παρασκευάζων ἀρετὴν ἐν Ἰερεμίᾳ ὁ Θεὸς ἐντέλλεται· «Μὴ καυχάσθω ὁ σοφὸς ἐπὶ τῇ σοφίᾳ αὐτοῦ, μηδὲ καυχάσθω ὁ ἰσχυρὸς ἐπὶ τῇ ἰσχύϊ αὐτοῦ, μηδὲ ὁ πλούσιος ἐπὶ τῷ πλούτῳ αὐτοῦ, ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐπὶ τῷ συνιέναι τὸν Κύριον, ποιεῖν τε κρίμα καὶ ἔλεον ἐν μέσῳ τῆς γῆς.» Τὰ αὐτὰ χαριστηρίως ἀνεφθέγξατο παραδόξως τεκοῦσα ἡ μήτηρ τοῦ Σαμουήλ, μόνον ἐναλλάξασα τὸ «ὁ σοφὸς ἐπὶ τῇ σοφίᾳ αὐτοῦ», ἀντ' αὐτοῦ προενέγκασα· «Μὴ καυχάσθω ὁ φρόνιμος ἐπὶ τῇ φρονήσει αὐτοῦ.» 4.227 Πᾶσα ἀπαγορευομένη ἡ καύχησις ψεκτὴ καὶ ἐπιβλαβὴς τυγχάνει, ὡς χαράξαι περὶ πάντων καθόλου τὸν Ἰάκωβον ἐν τῇ ἐπιστολῇ ἑαυτοῦ· «Πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν», αἰσχύνην καὶ ὀνειδισμὸν ἐπιφέρουσα, ὡς τὸν Ἰερεμίαν ἐλεγκτικώτατα τοῖς ἐναβρυνομένοις λέγειν· «Αἰσχύνεσθε ἀπὸ καυχήσεως ὑμῶν καὶ ἀπὸ ὀνειδισμοῦ» ὅλην τὴν ἡμέραν. Πρός τινα ἐνεχόμενον τῇ τοιαύτῃ χαυνότητι καὶ φιλοδοξίᾳ ὁ λόγος φησίν· «Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός, ἀνομίαν ὅλην τὴν ἡμέραν;» 4.228 Μεγαλύνεται δὲ τὸ καύχημα τοῦ οἴκου ∆αυὶδ καὶ ἔπαρσις τῶν κατοικούντων Ἰερουσαλὴμ ἐπὶ τὸν ἐξ Ἰούδα ἀνατείλαντα Σωτῆρα. Συμβαίνει δὲ τοῦτο ὅταν οἱ δοκοῦντες εἶναι ἐκκλησιαστικοὶ ἰδίᾳ δυνάμει κατορθοῦν οἰῶνται καὶ μὴ χάριτι τοῦ εἰρηκότος· «Μάθετε ἀπ' ἐμοῦ ὅτι πραῢς καὶ ταπεινός εἰμι τῇ καρδίᾳ.» 4.229 Zach. XII, 8: Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ Κύριος ὑπὲρ τῶν κατοικούντων Ἰερουσαλήμ, καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος ∆αυίδ, ὁ δὲ οἶκος ∆αυὶδ ὡς οἶκος Θεοῦ, ὡς ἄγγελος Κυρίου ἐνώπιον αὐτῶν. 4.230 Ἐν τῇ ἡμέρᾳ ἐν ᾗ γέγονεν τὰ ἀνδραγαθήματα τῶν χιλιάρχων Ἰούδα, μεγαλοπρεπῶς ὑπερασπιεῖ ὁ Κύριος τῶν κατοικούντων τὴν Ἰερουσαλήμ, πληρουμένου ἐφ' ἑκάστου αὐτῶν τοῦ εἰρημένου περὶ «τοῦ κατοικοῦντος ἐν βοηθείᾳ τοῦ ὑψίστου»· «Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.» Καὶ ἐν ἄλλῳ ψαλμῷ, ὑπερασπιεῖ Κύριος τῶν φοβουμένων αὐτόν, ὡς ἕκαστον λέγειν· «Ὅτι σὺ ὁ ὑπερασπιστής μου, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου.» 4.231 Ὑπάρξεται τοῖς κατοικοῦσιν τὴν πνευματικὴν Ἰερουσαλὴμ τὸ ἀναλαβεῖν καὶ ἐνδύσασθαι τὴν τοῦ Θεοῦ πανοπλίαν, ζωσαμένους τὴν ὀσφὺν ἐν ἀληθείᾳ καὶ τοὺς πόδας ἠσφαλισμένους ἐν ὑποδήμασιν ἐν ἑτοιμασίᾳ θεοπρεποῦς εἰρήνης, ἔτι μὴν θώρακα δικαιοσύνης ἐνδυσαμένους, ἐπὶ πᾶσιν ἀναλ̣αβεῖν τὸν θυρεὸν τῆς πίστεως ἐν ᾧ σβεσθήσεται τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ. 4.232 Τοῦ βασιλέως πάσης τῆς κτίσεως ὑπερμαχοῦντος ἀσπίδι τῇ ἑαυτοῦ τῶν κατοικούντων τὴν μεγαλόπολιν Ἰερουσαλήμ, ἰσχὺς καὶ δύναμις ἔσται, ὡς τὸν ἐν αὐτοῖς πρότερον ἀσθενοῦντα σθένος ἀναλαβεῖν τοῦ οἴκου ∆αυίδ, «τῆς Ἐκκλησίας τοῦ ζῶντος Θεοῦ» ὑπαρχούσης ναοῦ Θεοῦ, ὡς ἕκαστον τῶν ἐκκλησιαστικὴν γνῶσιν καὶ ἀρετὴν ἐχόντων βοᾶν ὑμνῳδίας τρόπῳ· «Ἰσχύς μου καὶ ἡ ὕμνησίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν.» 4.233 Καὶ ἐπεὶ οἱ ταῦτα λέγοντες ἐπὶ γῆς περιπατοῦντες οὐράνιον ἔχουσι πολιτείαν, ὅσον οὐδέπω ἰσάγγελοι ἐκ νεκρῶν ἐγειρόμενοι, εἰκότως ὁ τοῦ ∆αυὶδ οἶκος, τοῦ ἑρμηνευομένου ἱκανοῦ χειρί, Θεοῦ ἄγγελος ἔσται, σχὼν τὴν δωρεὰν καὶ τὴν ὑπεροχὴν πρὸς τοῦ γεννηθέντος ἐκ τῆς ἀχράντου παρθένου Μαρίας, καλουμένου «ἀγγέλου βουλῆς μεγάλης», ὡς ὁ πολλάκις προαναφωνῶν αὐτοῦ τὴν δεῦρο κάθοδον Ἠσαίας εἶπεν ἐκ προσώπου τοῦ χοροῦ τῶν ἁγίων· «Παιδίον ἐγεννήθη ἡμῖν καὶ υἱὸς ἐδόθη καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος.» 4.234 Ἐπιστατέον τῇ ἀκριβείᾳ τῆς προφητείας φανερούσης ἡμῖν γεγεννῆσθαι τὸ ἐκ τῆς Μαρίας βρέφος, τὸν δὲ Υἱὸν δεδόσθαι τὸν ἐκ τῶν κόλπων τοῦ Πατρὸς Μονογενῆ. Οὐ γὰρ ἐδόθη υἱός, μὴ γεννηθέντος ἡμῖν παιδίου κατὰ τοὺς δοκητὰς ἀσεβῶς φρονοῦντας, οὐδ' αὖ γεγέννηται τὸ τέκνον τῆς παρθένου, οὐ δεδωκότος τοῦ Πατρὸς