137
φύ σεως ἀλλ' ἀνθρωπείας. Ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλο γίσθη. Τοῦτο οἱ Τ ρεῖς οὕτως ἡρμήνευσαν· «Καὶ ὡς ἀποκρυβὴ προσώπου ἀπ' αὐτοῦ, ἐξουδενωμένος καὶ οὐκ ἐλογί σ θη αὐτό<ς>.» Τουτέστιν· ἀπέκρυψε τὴν θείαν ἐνέργειαν, γνώμῃ τὸ πάθος δεξάμενος καὶ τοὺς ἐσταυρωκό τας οὐκ ἀμυνόμενος· καὶ γὰρ σταυρούμενος ἔλεγεν· «Πάτερ ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν.» ∆ιδάσκει δὲ καὶ τ ὰς τοῦ πάθους αἰτίας· 4Οὗτος τὰς μαλακίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται. Ὁ δὲ Σύμ μαχος οὕτως· «Ὄντως τὰς νόσους ἡμῶν αὐτὸς ἀνέλαβε καὶ τοὺς πόνους ἡμῶν ὑπέμεινεν.» Ἡμῶν γὰρ ὑπὲρ ὧν ἡμάρτομεν ὀφειλόντων θάνατον καὶ διὰ τοῦτο ταύτην δεξαμένων τὴν ψῆφον, αὐτὸς τὸν ὑπὲρ ἡμῶν κατεδέξατο θάνατον· καὶ ἡμῶν ὑποκειμένων ταῖς κατάραις διὰ τὴν τοῦ νόμου παράβασιν «αὐτὸς ὑπὲρ ἡμῶν ἐγένετο κατάρα. Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.» Καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ ὑπὸ θεοῦ καὶ ἐν κακώσει. Τοῦ λαοῦ τὴν ἄγνοιαν ὁ προφήτης ᾠκειώσατο καί φησιν ὑπειληφέναι αὐτὸν οἰκείων ἕνεκα ταῦτα πάσχειν ἁμαρτημάτων. 5Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας καὶ μεμαλά κισται διὰ τὰς ἁμαρτίας ἡμῶν. Ἡμεῖς ὑπεκείμεθα τιμωρίαις ἡμαρτηκότες, αὐτὸς δὲ καθαρὸς ὢν ἁμαρτημάτων ὑπὲρ ἡμῶν τὰς τιμωρίας ὑπέμεινεν· Παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν. Ἡμαρτηκότες ἐξεπολεμήθημεν τῷ θεῷ, ἔδει δὲ ἡμᾶς παιδευθέντας οὕτω τυχεῖν τῆς εἰρήνης, ἀλλ' αὐτὸς εἰς ἑαυτὸν τὴν παιδείαν δεξάμενος τῆς εἰρήνης ἡμᾶς ἠξίωσεν. Τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Καινὸς καὶ παράδοξος ἰατρείας τρόπος· ὁ ἰατρὸς ἐδέξατο τὴν τομήν, καὶ ὁ ἄρρωστος ἔτυχε τῆς ἰάσεως. 6Πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη. Οὔτε γὰρ ἴσα πάντων τὰ πλημμελήματα, οὐδὲ εἷς τῆς ἀσεβείας |168 a| ὁ τρόπος· ἄλλα γὰρ τὰ Αἰγυπτίων εἴδωλα καὶ ἄλλα τὰ Φοινίκων καὶ τὰ Ἑλλήνων ἕτερα καὶ ἄλλα τὰ Σκυθῶν. Ἀλλ' ὅμως, εἰ καὶ διάφοροι τῆς πλάνης οἱ τρόποι, πάντες ὁμοίως τὸν ὄντα θεὸν κατα λελοιπότες ἐῴκειμεν πλανωμένοις προβάτοις καὶ προκειμένοις λύκοις. Καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Ὑπὲρ παντός φησι προσηνέχθη τοῦ τῶν ἀνθρώπων γένους. 7Καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Τοῦτο καὶ ἡ τῶν ἱερῶν εὐαγγελίων ἱστορία διδάσκει· πρὸ γὰρ τοῦ πάθους νύκτωρ καὶ μεθ' ἡμέραν διαλεγόμενος καὶ τὴν ὀνησιφόρον διδασκαλίαν προσφέρων κατὰ τὸν τοῦ πάθους ἐσίγησε καιρόν. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ 8ἐν τῇ ταπεινώσει. Σαφῶς ἔδειξεν ὅτι κατὰ τὸν τοῦ πάθους ἐ σίγησε καιρόν· ἐν γὰρ τῇ ταπεινώσει ἐῴκει προβάτῳ κειρομένῳ καὶ σφαττομένῳ μετὰ σιγῆς. ∆ιὰ μέντ οι τῶν εἰρημένων ἀμφότερα ἔδειξεν· καὶ τὸ παθητὸν τῆς ἀνθρωπότητος καὶ τὸ ἀπαθὲς τῆς θεότητος· οὐ γὰρ μό νον σφαγὴν ἀλλὰ καὶ κουρὰν τὸ πάθος ἐκάλεσεν· ἡ μὲν γὰρ ἀνθρωπότης ἐσφάττετο, ἡ δὲ θεότης ἐδόκει πως ἀποκείρεσθαι τὸν τῆς ἀνθρωπότητος πόκον οὐ χωριζομένη ταύτης οὐδὲ κατὰ τὸν τοῦ πάθους καιρὸν οὔτε μὴν αὐτὴ δεχομένη τὸ πάθος. Ἡ κρίσις αὐτοῦ ἤρθη. Ὁ δὲ Σύμμαχος οὕτως· «Καὶ ἀπὸ κριτηρίου ἐλήφθη», οὕτω δὲ καὶ οἱ Ἄλλοι. Τὸ γὰρ παράνομον τῶν Ἰουδαίων κριτήριον ταύτην ἐξήνεγκε κατ' αὐτοῦ τὴν ψῆφον. Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἀπερινόητος γὰρ ἡ θεία φύσις. Ἐπειδὴ γὰρ πολλὰ εἶπεν ἀνθρώπεια, ἀναγκαίως ὑπέδειξε καὶ τὴν θείαν μεγαλοπρέπειαν. Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Οὐ γὰρ μεμένηκεν ἐπὶ τοῦ τάφου , ἀλλὰ καὶ ἀνέστη καὶ εἰς οὐρανοὺς ἀνελήφθη. Ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἥκει εἰς θάνατον. Ὁ χρη ματίζων μου λαὸς ταῦτα κατ' αὐτοῦ τετόλμηκε συνήθως παρανομῶν. Εἶτα προλέγει τὰ τούτοις αὖ συμβησόμενα· 9Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Τὸ δώσω οἱ Τρεῖς «δώσει» ἔφασαν· αὐτὸς γὰρ ὁ ταῦτα παθὼν τῷ Ῥωμαϊκῷ αὐτοὺς παραδώσει πολέμῳ. Πλουσίους δὲ τοὺς Φαρισαίους καὶ γραμματέας καὶ ἀρχιερέας ἐκάλεσεν, ὡσαύτως δὲ καὶ πονηρούς·