1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

138

τὸν Μονογενῆ Υἱόν, κατὰ Παῦλον τὸν Σαμοσατέα καὶ Φωτεινὸν τὸν Γαλάτην καὶ τοὺς περὶ αὐτῶν ὡσαύτως ἀσεβήσαντας Ἀρτεμᾶν καὶ Θεόδοτον. 4.235 Ἐκεῖνοι μὲν οὖν ἐξωστρακίσθησαν τῆς Ἐκκλησίας πάμπαν ἀσεβεῖς ὀφθέντες· ἡμεῖς δὲ τὸ ἀρχαῖον τῆς τῶν πιστῶν συνόδου κρατοῦντες φρόνημα, ὁμολογοῦμεν τὸν Θεὸν Λόγον ἐπιδεδημηκέναι, τὸν ἐκ ψυχῆς καὶ σώματος καὶ πνεύματος τέλειον ἄνθρωπον ἀνειληφότα. 4.236 Ὅτι δὲ ὁ Πατὴρ ἔδωκεν τὸν Υἱὸν ἵνα τεχθῇ τὸ παιδίον, σαφέστατα Ἰωάννης ὁ εὐαγγελιστὴς δηλοῖ αὐτὸν τὸν ἐνανθρωπήσαντα εἰρηκέναι περὶ ἑαυτοῦ· «Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον.» Ταύτην ἔχει τὴν νόησιν τὸ Ῥωμαίοις ἐπισταλὲν ὑπὸ τοῦ χριστοφόρου Παύλου, οὕτως ἔχον· «Ὁ Θεὸς ἀπέστειλεν τὸν ἑαυτοῦ Υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, ἵνα κατακρίνῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.» 4.237 Ταῦτα δέ μοι ἀναγκαίως εἴρηται διὰ τὸν προειρημένον Φωτεινὸν καὶ τὸν διδάσκαλον αὐτοῦ Μάρκελλον, λέγοντας τὴν σάρκα εἶναι τὸν πεμφθέντα υἱόν, οὐδαμῶς τοῦ Θεοῦ Λόγου Υἱοῦ καλουμένου. Ἐπὶ πλεῖον ἐν ἄλλοις ἔλεγχος γέγονεν ἡμῖν τῆς ψευδωνύμου γνώσεως αὐτῶν, ὅτε περὶ Υἱοῦ τοῦ Θεοῦ, φημὶ δὲ τοῦ Θεοῦ Λόγου καὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ, προέκειτο εἰπεῖν. 4.238 ∆υνατὸν κατὰ θεωρίαν ἄλλην οἶκον τοῦ τῇ χειρὶ ἱκανοῦ δημιουργοῦ τῶν ὅλων ὄντος τὸν ἐκ Μαρίας γεννηθέντα φάναι, ἄγγελον τυγχάνοντα ἐνώπιον τῶν εὐεργετουμένων κατοικούντων τὴν ἁγίαν Ἰερουσαλήμ· ἄγγελος δὲ ἐνώπιον αὐτῶν γέγονεν φανερῶν τὴν μεγάλην τοῦ Θεοῦ βουλήν. 4.239 Zach. XII, 9-10: Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα ἐπὶ Ἰερουσαλήμ. Καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον ∆αυὶδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἰερουσαλὴμ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ. 4.240 Ἐν τῇ ἡμέρᾳ τῇ ἐγγισάσῃ μετὰ τὸ προκόψαι τὴν τῆς ἀγνοίας καὶ κακίας νύκτα, περὶ ἧς ὁ Ἀπόστολος γράφει λέγων· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγισεν· ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν», ὁ εὐεργέτης Κύριος ζητεῖ ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα στασιώδει καὶ πολεμικῷ τρόπῳ ἐπὶ τὴν πόλιν τοῦ μεγάλου βασιλέως Ἱεροσόλυμα, αὕτη δ' ἐστὶν ἡ Ἰερουσαλήμ. Ζητεῖ δὲ ἐξᾶραι τὰ ἔθνη πάντα τὰ ἀλλοτριωθέντα τῆς ἀληθείας τε καὶ θεοσεβείας, οὐχ ὥστε μηκέτι ὑπάρχειν τοὺς ἀνθρώπους-ἀδύνατον γάρ, -ἀλλ' ἵνα μηκέτ' ὦσιν κακοὶ καὶ πονηροί. 4.241 Εἰ γὰρ ἄρδην ἀπολέσαι τὴν ἀνθρωπότητα ἠβούλετο, οὐκ ἐζήτει τοῦτο ποιῆσαι, δυνάμενος ἄφνω τὸ πᾶν εἰς τὸ μὴ ὂν καταστρέψαι. Εἰ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἠγίοχεν καὶ ἐκάλεσεν τὰ ὄντα, πολλῷ πλέον ἀνατρέψαι τῆς ὑπάρξεως αὐτὰ οἷός τε ἦν, ἀλλ' οὐ θελητὸν αὐτῷ τοῦτο. Εἴρηται γοῦν περὶ αὐτοῦ παρὰ τοῦ πανσόφου Σαλωμῶνος̣· «Ἔκτισεν εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου· οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου.» 4.242 Ὥσπερ γὰρ ἐληλυθὼς ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν ζητῆσαι τὸ ἀπολωλὸς γένος ἡμῶν, ἔσωσεν αὐτό, οὕτως ζητῶν ἐξᾶραι πάντα τὰ ἔθνη τὰ τῇ Ἰερουσαλὴμ ἐπερχόμενα, σῴζει αὐτά, ἀφανίσας τὰ αἴτια τῆς ὑπαρξάσης αὐτοῖς βλάβης ἐξ ἀθεμίτων πράξεων καὶ φρονημάτων ἀλλοκότων, ὥστ' εἰρήνης κρατησάσης μηκέτι ἐπέρχεσθαι τῇ θείᾳ Ἰερουσαλὴμ τὰ ἔθνη, ἀποβαλόντα τὸν στασιώδη τρόπον καὶ τὴν φιλοπόλεμον γνώμην. 4.243 Σημαίνει δὲ τὸ ἐπελθεῖν ῥῆμα ὡς ἐχθροὶ καὶ ἀλλότριοι τυγχάνουσιν οἱ ἐπιβαίνοντες, ὡς τὸ παροιμιῶδες λόγιόν φησιν τῷ εἰρηνικῶς διάγοντι· «Ἡνίκα ἐὰν καθεύδῃς, ἡδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσει ὁρμὰς ἀσεβῶν ἐπερχομένας.» 4.244 Ὅτι δὲ ἡ ἔξαρσις τῶν ἐθνῶν ἡ ζητουμένη ὑπὸ τοῦ προνοητοῦ τῶν ὅλων Σωτῆρος τελεῖται, ἐπενήνεκται ὡς ἐν τῇ ἡμέρᾳ τῇ προδηλωθείσῃ ἐκχεῖ ὁ τὰ ἀγαθὰ ἐπαγγελλόμενος ἐπὶ τὸν οἶκον ∆αυὶδ καὶ τοὺς οἰκοῦντας Ἰερουσαλὴμ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ, ἅτε «Πατὴρ τῶν οἰκτιρμῶν» ὑπάρχων καὶ δοτὴρ τοῦ ἁγίου Πνεύματος. Τοῦτο γὰρ ἐκ τῶν